Κύριε Ιησού Χριστέ, ελέησόν με ...

Τρίτη, 27 Ιουνίου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΫΠΗΚΟΟΥ (τῆς ἐν Ἁγίῳ Ὄρει Ἱερᾶς Μονῆς τοῦ Δοχειαρίου)

Γοργοϋπηκόου τήν θαυμαστήν καί σεπτήν Εἰκόνα, προσκυνήσωμεν ἀδελφοί, θαύματα τελοῦσαν καί βρύουσαν ἰάσεις καί ταύτην μετά πόθου κατασπασώμεθα.
Ἔχοντες Εἰκόνα Σου τήν σεπτήν, Ἀνύμφευτε Κόρη, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ταύτῃ καιρῶ τῶν τῶν κινδύνων καί ἐπηρείας πάσης ἀπολυτρούμεθα.

Νῦν καιρός ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστη χρεία βοηθείας, Κόρη, τῆς Σῆς, λύτρωσαι οὖν πάσης ἀνάγκης καί κινδύνου καί χεῖρα βοηθείας τάχιστα ὄρεξον.

Ἔχει μέν, Παρθένε, ὁ οὐρανός, σῶμα καί ψυχήν Σου, ἐξαστράπτοντα φαεινῶς, ἔχει δέ μορφήν Σου Μονή Δοχειαρίου, τήν ἐπικαλουμένην Γοργοϋπήκοον.

Ἆρόν Σου τά ὄμματα, Μαριάμ, καί ἴδε εὐσπλάχνως τούς Εἰκόνι Σου τῆ σεπτῆ παρεστῶτας, Κόρη, καί Σέ παρακαλοῦντας καί πλήρωσον αἰτήσεις τούτων, Πανύμνητε.

Ἴδοιμι, Παρθένε, ψυχορραγῶν, ἐν καιρῶ θανάτου, τήν Εἰκόνα Σου τήν σεπτήν, παραμυθουμένην καί ἱλαρῶς καί ὄψεις τῶν δαιμόνων ἀποδιώκουσαν.

Ἡ Εἰκών τῆς Παναγίας Γοργοϋπηκόου, εἶναι μία τῶν πλέον γνωστῶν καί θαυματουργῶν Εἰκόνων τῆς Θεομήτορος, ἐν τῷ Ἁγίῳ Ὄρει τοῦ Ἄθῳ, ἀλλά καί εἰς ὁλόκληρον τήν Χριστιανικήν οἰκουμένην. Πρόκειται περί τοιχογραφίας τῆς Τραπέζης τῆς Ἱερᾶς Μονῆς Δοχειαρίου Ἁγίου Ὄρους, ἀναγομένης εἰς τόν 11ον αἰ. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ ἁγ. Νικοδήμου τοῦ Ἁγιορείτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου