Κύριε Ιησού Χριστέ, Ελέησόν με ...

Τρίτη, 27 Ιουνίου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΤΟΥ ΒΡΑΧΟΥ (τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Ταρσοῦ Κορινθίας)

Χαίροις ἀντιλήπτωρ θερμή Ταρσοῦ, χαίροις Κορινθίας φύλαξ, πρόμαχε καί φρουρέ, χαίροις χριστωνύμων προστάτις, Θεοτόκε, τοῦ Βράχου Παναγία, χαρίτων χείμαῤῥε.
Το εκκλησάκι της Παναγίας του Βράχου
Στήριζε τῆ ῥάβδῳ Σῶν προσευχῶν, ἐν τῆ πίστει πάντας προσιόντας τῶ Σῶ ναῶ, Κεχαριτωμένη, τοῦ Βράχου Παναγία, καί κατασπαζομένους Σοῦ τό ἐκτύπωμα.

Ὥς ποτε διέσωσας θαυμαστῶς βρέφος καί μητέρα τήν πεσοῦσαν, Μῆτερ Θεοῦ, ἐκ τοῦ Σοῦ σπηλαίου εἰς τόν κρημνόν, Παρθένε, τοῦ Βράχου Παναγία, σῶζε Σούς πρόσφυγας.

Ἐν τῆ πέτρᾳ στήριξον ἐντολῶν τοῦ σεπτοῦ Υἱοῦ Σου, ἐγκαλλώπισμα τοῦ Ταρσοῦ, τούς προσερχομένους, τοῦ Βράχου Παναγία, ὡς εἰς πηγήν χαρίτων τῶ θείῳ οἴκῳ Σου.

Ἦμαρ σωτηρίας χρυσοφαές, Βράχου Παναγία, ἐξανάτειλον ἐν σκιᾶ, τῶν παθῶν κειμένοις καί φώτισον τά σκότη τῶν Σοί καταφευγόντων, Θεογεννήτρια.

Λύτρωσαι τούς δούλους Σου, Ἀγαθή, χαλεπῶν κινδύνων καί ἐχθίστου ἐπιβουλῆς, χάριτί Σου θείᾳ, τοῦ Βράχου Παναγία Ταρσοῦ, ἡ τάς χορείας πάντοτε σκέπουσα.

Ἡ Εἰκών τῆς Παναγίας τοῦ Βράχου ἐτιμᾶτο εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν Ταρσοῦ Κορινθίας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2004).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου