Κύριε Ιησού Χριστέ, ελέησόν με ...

Τρίτη, 20 Ιουνίου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΠΥΡΟΒΟΛΗΘΕΙΣΗΣ (τῆς Ἱερᾶς Μονῆς Βατοπεδίου Ἁγίου Ὄρους)

Χάριν ἀναβλύζει ἡ Σή Εἰκών, Πυροβοληθεῖσα, τοῖς προστρέχουσιν εὐλαβῶς ταύτῃ καί τήν θείαν αἰτοῦσιν ἀρρωγήν Σου, Μονῆς Βατοπεδίου πύλης θυσαύρισμα.
Αποτέλεσμα εικόνας για εικονεσ τησ παναγιασ στο αγιο οροσ
Χαῖροις ἡ δεχθεῖσα ἐν τῆ χειρί, βλῆμα ἐξ ἀνόμου στρατιώτου, Μῆτερ Θεοῦ. Χαῖροις Παναγία, ὦ Πυροβοληθεῖσα, τῆς τοῦ Βατοπεδίου πύλης ὡράϊσμα.

Χαίροις ἀκατάβλητε πυλωρέ τοῦ Βατοπεδίου, ἡ τούς δήμους τῶν μοναστῶν σκέπουσα ὑψόθεν, ὦ Πυροβοληθεῖσα, καί ἐξ ἐχθρῶν ἐφόδου τούτους φυλάττουσα.

Πάντας τούς προστρέχοντας εὐλαβῶς, Πυροβοληθεῖσα, τῆ Εἰκόνι Σου τῆ σεπτῆ καί ἐξαιτουμένους τήν Σήν ἁγίαν σκέπην, πρός δόμους ποδηγέτει θείας λαμπρότητος.

Πύλας μετανοίας μοι σωστικάς, Πυροβοληθεῖσα, ὑπερθαύμαστε πυλωρέ τοῦ Βατοπεδίου, ὑπάνοιξον ταχέως, τῶ Σῆ ἀχρείῳ δούλῳ, ἵνα γεραίρω Σε.

Χαίροις ὑπερύμνητε πυλωρέ τοῦ Βατοπεδίου, ἡ φυλάτουσα τήν Μονήν. Χαίροις, Θεοτόκε ἡ πυροβοληθεῖσα, ὑπό χειρός ὁπλίτου πάλαι παράφρονος.

Ἡ Εἰκών τῆς Παναγίας Πυροβοληθείσης, τοῦ τύπου τῆς Ὁδηγητρίας, εὑρίσκεται ὡς τοιχογραφία παρά τήν πύλην τῆς Ἱερᾶς Μονῆς Βατοπεδίου Ἁγίου Ὄρους. Τόν Ἀπρίλιον τοῦ 1822, «στρατιώτης τις Χουσεΐν τοὔνομα τήν ἐπυροβόλησεν, ἀλλά πάραυτα ἀπήγξατο ἔξωθεν τῆς Μονῆς» (Γερ. Σμυρνάκης). Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1993).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου