Κύριε Ιησού Χριστέ, ελέησόν με ...

Σάββατο, 27 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΒΟΗΘΕΙΑΣ (τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Χίου)

Χαίροις ἡ τῆς Χίου θεία Μονή, ἡ τῆς Βασιλίδος τήν Εἰκόνα ὡς θησαυρόν ἔνδοθεν πλουτοῦσα, τήν πάνσεπτον καί θείαν, τήν ὄνομα καί χάριν οὗσαν Βοήθειαν.
Χαίροις ἡ προστάτις μοναζουσῶν, ὁδηγός καί φύλαξ τῆς Σῆς ποίμνης τῶν εὐσεβῶν, Παρθένε Παναγία, ἐνθάδε τῶν οἰκούντων, τῶν Σέ προσκαλουμένων, μόνη Βοήθεια.

Δεῦτε προσκυνήσωμεν οἱ πιστοί, τήν θείαν Εἰκόνα τῆς Πανάγνου πανευλαβῶς, τήν ἀξιωθεῖσαν Μονήν ὧδαι ἱδρῦσαι, τήν Πρόμαχον τοῦ κόσμου καί τήν Βοήθειαν.

Ἔχοντες Εἰκόνα Σου τήν σεπτήν, Ἀνύμφευτε Κόρη, ὡς προπύργιον ὀχυρόν, προστρέχομεν Ταύτῃ καιρῶ τῶ τῶν κινδύνων καί ἐπηρείας πάσης ἀπολυτρούμεθα.

Χάριν ποριζόμενοι ἀληθῆ, ἐκ τῆς Σῆς Εἰκόνος, Θεοτόκε, διά παντός, Ταύτην προσκυνοῦμεν καί Σέ ὑμνολογοῦμεν, ἡμῶν ὡς προστασίαν, πάντων Βοήθεια.

Ἡ Εἰκών τῆς Παναγίας Βοηθείας φυλάσσεται εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν Χίου. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ κτίτορος τῆς Μονῆς, ἁγ. Ἀνθίμου τοῦ Ἀβαγιαννοῦ, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1928).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου