Κύριε Ιησού Χριστέ, Ελέησόν με ...

Δευτέρα, 15 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΝΑΥΠΑΚΤΙΩΤΙΣΣΗΣ (τῆς Ἱερᾶς Μονῆς Μεταμ. Σωτῆρος Ναυπάκτου)

Σκέπε ἀπό πάσης ἐπιβουλῆς τοῦ Βελίαρ, Μῆτερ, καί σκανδάλων τούς εὐλαβῶς ἐπικαλουμένους τήν χάριν Σου καί ῥῦσαι αὐτούς ἐξ ἀλγηδόνων Ναυπακτιώτισσα.
Δεῦτε Ναυπακτίων καί Βοιωτῶν οἱ χοροί, προφρόνως ἀνυμνήσωμεν ἐν σπουδῆ, τῆς Ἁγνῆς Παρθένου Εἰκόνα τήν ἁγίαν, τήν ἐπικελκημένην Ναυπακτιώτισσαν.

Δεόμενη Μῆτερ τοῦ Λυτρωτοῦ, Ναυπακτίων κλέος, Σήν Εἰκόνα τήν θαυμαστήν, ἔγνωμεν ἐν χρόνοις ἐσχάτοις ἐξ ἀρχείων κειμένων ἐν Παλέρμῳ καί κατηυφράνθημεν.

Ἡ Εἰκών τῆ Παναγίας Ναυπακτιωτίσσης φυλάσσεται ἐν ἀντιγράφῳ εἰς τήν Ἱεράν Μονήν Μεταμ. Σωτῆρος Ναυπάκτου. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαλαλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1990).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου