Κύριε Ιησού Χριστέ, ελέησόν με ...

Τρίτη, 16 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΚΑΝΑΛΑΣ (τῆς ἐν νῆσῳ Κύθνῳ τῶν Κυκλάδων)

Χαῖρε, Μητροπάρθενε Μαριάμ, Δέσποινα τοῦ κόσμου καί Βασίλισσα Οὐρανῶν· χαῖρε, Παναγία Κανάλα ἐκ θαλάσσης, ἡμῖν ἐπιδοθεῖσα, δῶρον αἰώνιον.
Ἄσμασιν συμφώνως Ἀγγελικοῖς, μέλψωμεν Κανάλαν Παναγίαν ἁγνοπρεπῶς· χαῖρε ἐκβοῶντες Αὐτῇ ἐν εὐφροσύνῃ, χαρᾶς ἀτελευτήτου μέγα κειμήλιον.

Ἰάσεις σωμάτων καί τῶν ψυχῶν, Κανάλα Παρθένε, ἡ Εἰκών Σου ἡ ἱερά, βλύζει ἀενάως τοῖς πίστει προσιοῦσι· καί γάρ ἀδυνατεῖ Σοι οὐδέν, Μητρόθεε.

Ῥητόρων πολύφθογγοι λαλιαί, ὅλως σιωπῶσι πρό τοῦ τόκου Σου, Μαριάμ· μόνη γάρ ἀνάνδρως Θεόν τόν πρό αἰώνων γεγένηκας, Κανάλα, κόσμου εἰς λύτρωσιν.

Ἔχει ὡς πολύολβον θησαυρόν, Κύθνου θεία νῆσος τήν Εἰκόνα Σου, Μαριάμ· ἔχει δέ Κανάλα ἀπόρθητον ὡς τεῖχος, πρεσβείας μητρικαῖς Σου, κτίσις ἡ σύμπασα.

Νεῖλος ὥσπερ ἄλλος ἐπί τῆς γῆς ὤφθης, ὦ Κανάλα Παναγία, παναληθῶς· χάριν ἀκενώτως προχέουσα θαυμάτων, ψυχάς τε τηκομένων θείως εὐφραίνουσα.

Ὕψος παρθενίας Σου ἐκπλαγείς, Ἄγγελος, Παρθένε, ὁ θεόσταλτος Γαβριήλ, χαῖρε Σοι ἐφώνει, Ἁγνή εὐλογημένη· καί πάντες Σοι, Κανάλα, χάριτας ἄδομεν.

Μύρῳ τῷ ἁγίῳ καί νοητῷ, ἔχρισε Πατήρ Σε τῶν ἁπάντων καί Βασιλεύς, Πνεῦμα Ἅγιον Σοι, Κανάλα, καταπέμψας, Υἱοῦ Αὐτοῦ καί Λόγου Μήτηρ γενέσθαι Σε.

Φάλαγγας δαιμόνων τυραννικάς ἤσχυνας, Κανάλα Παναγία, νικητικῶς, κόσμῳ ὡς τεκοῦσα Θεόν, Σταυροῦ τό πάθει, συντρίψαντα τοῦ Ἅδου πᾶσαν τήν δύναμιν.

Ἤλθον ἀπωλείας εἰς τόν βυθόν, ὅλως καταιγίς με ἐκταράττει τῶν λυπηρῶν· χεῖρα μοι παράσχου, Κανάλα Παναγία, τῆς Σῆς ἐπιστασίας, ὡς εὐσυμπάθητος.

Ἄνω τῶν Ἀγγέλων αἱ στρατιαί, κάτω τῶν ἀνθρώπων, Παναγία, αἱ πατριαί, ἄδουσι, Κανάλα, Μυστήριον τό μέγα, φρικτῆς οἰκονομίας ἥν ἐπετέλεσας.

Νύκτα τήν βαθεῖαν καί ἀφεγγεῖ, ὅλως τῷ φωτί Σου διασκέδασας τῷ λαμπρῷ, Ἥλιον τεκοῦσα τόν ἄδυτον τῷ κόσμῳ, Χριστόν, Κανάλα Κόρη, κόσμον αὐγάζοντα.

Ὑσσώπῳ τῶν θείων Σου πρεσβειῶν, πλῦνον με τοῦ ῥύπου, δυσμορφίας τε τῶν παθῶν, ὅπως τῷ Υἱῷ Σου ὀφθῶ κεκαθαρμένος, Κανάλα Παναγία, ἐν ὧρᾳ Κρίσεως.

Μάννα τό οὐράνιον νοητῶς δίδως, Παναγία, ὦ Κανάλα, πᾶσι βροτοῖς· ἄρτον ὡς τεκοῦσα ζωῆς τῆς αἰωνίου, Χριστόν τροφήν τῇ κτίσει πάσῃ παρέχοντα.

Φεῖσαι Κλήρου, Κόρη, καί τοῦ λαοῦ, τοῦ ἐν ἁμαρτίαις περιπίπτοντος χαλεπαῖς· χεῖρας τῷ υἱῷ Σου, Κανάλα Παναγία, ἀνάγουσα καί Τοῦτον ἵλεων ποίησον.

Εὔας παρηκόου τήν ὀφειλήν, ἔλυσας, Παρθένε, εὐπειθείᾳ Σου πρός Θεόν, πᾶσαν δέ πικρίαν αὐχμοῦ πολυθεΐας μετέτρεψας, Κανάλα, δρόσον εἰς πάντερπνον.

Ὑδάτων ἐν μέσῳ ἡ Σή Εἰκών, τῆς Κύθνου εὑρέθη, ὦ Κανάλα, ξενοπρεπῶς· ὕδωρ σωτηρίας πηγάζουσα ἀφθόνως καί βλύζουσα θαυμάτων χάριν γλυκύῤῥοον.

Τόμον εἰς αἰώνιον τῆς ζωῆς γράψον, ὦ Κανάλα Παναγία, Σούς ὑμνητάς· Μήτηρ γάρ ὑπάρχεις Θεοῦ τοῦ κυβερνῶντος, πανσόφῳ ἐξουσίᾳ κόσμον ὅν ἔπλασεν.

Ἔθνος τῶν Ἑλλήνων τό ἱερόν φύλαττε, Κανάλα Παναγία, ταῖς Σαῖς λιταῖς· φρούρει δέ καί σκέπε ἀεί τήν οἰκουμένην, παρέχουσα εἰρήνην καί μέγα ἔλεος.

Ἡ Εἰκών τῆς Παναγίας Κανάλας, φυλάσσεται ἐν τῇ νήσῳ Κύθνῳ τῶν Κυκλάδων. Τά Μεγαλυνάρια (ὧν ἡ ἀκροστιχίς «Χαῖρε Νύμφη Ἀνύμφευτε»), εἶναι ποιήματα τῆς Γεροντίσσης Ἰσιδώρας, Καθηγουμένης τῆς Ἱερᾶς Μονῆς ἁγ. Ἱεροθέου Μεγάρων, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος, πρός τιμήν τοῦ ἐν Ἐλευσῖνι Ἀττικῆς ἀντιγράφου Αὐτῆς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου