Κύριε Ιησού Χριστέ, Ελέησόν με ...

Παρασκευή, 26 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΔΙΑΣΩΖΟΥΣΗΣ (τοῦ ὁμωνύμου Ἱεροῦ Προσκυνήματος Πάτμου)

Χαίρει κεκτημένη ὡς θησαυρόν ἡ Πάτμος, Παρθένε, τήν Εἰκόνα Σου τήν σεπτήν, ἐξ ἧς σωτηρίαν λαμβάνοντες πλουσίαν, ταύτην καλοῦμεν Δέσποινα Διασώζουσαν.
Παναγία η Διασώζουσα
Πάλαι ἐχαρίτωσας θαυμαστῶς, τῆ ἐπισκιάσει τῶν ἀΰλων Σου δωρεῶν, Κεχαριτωμένη, τήν θείαν Σου Εἰκόνα, ἐξ ἧς παρέχεις πᾶσι, χάριν καί ἔλεος.

Ῥῶσιν ἡμῖν δίδου σωματικήν καί παῦσον, Παρθένε, τήν ὀδύνην τήν ψυχικήν, τῶν προσερχομένων τῆ θείᾳ Σου Εἰκόνι καί ἄφεσιν πταισμάτων πᾶσιν ἐξαίτησαι.

Σώζεις τούς τελοῦντας ἐν χαλεποῖς κινδύνοις, Παρθένε, καί λυτροῦσαι πικρῶν παθῶν καί χαράν παρέχεις καί πᾶσαν θείαν δόσιν, τοῖς δέ δοξολογοῦσιν, ὦ Διασώζουσα.

Πανταχοῦ ἡ χάρις τῆς ἱερᾶς Εἰκόνος Σου, Κόρη, ἐξελήλυθεν θαυμαστῶς καί πᾶσι παρέχει, τοῖς πέλας καί τοῖς πόῤῥω, χαράν καί σωτηρίαν, ὦ Διασώζουσα.

Χεῖρα βοηθείας δίδου ἡμῖν, λύσιν ἀνομβρίας, εὐφορίαν δέ ἐν τῆ γῆ καί ζωῆς ἀμέμπτου, εἰρήνην τε καί κτῆσιν, τοῖς πίστει προσιοῦσι Σοι, Διασώζουσα.

Ἡ Εἰκών τῆς Παναγίας Διασωζούσης, κατά τήν παράδοσιν ἔργον τοῦ Εὐαγγελιστοῦ Λουκᾶ, φυλάσσεται εἰς τό ὁμώνυμον Προσκύνημα τῆς Πάτμου. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2003).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου