Κύριε Ιησού Χριστέ, Ελέησόν με ...

Δευτέρα, 29 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΛΕΧΩΒΙΤΙΣΣΗΣ (τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Λεχώβης Κορινθίας)

Πάντες ἀνυμνήσωμεν οἱ πιστοί, Μονῆς τῆς Λεχώβης, τήν προστάτιν τε καί φρουρόν, τήν προσκυνουμένην ἐν τῆ σεπτῆ Εἰκόνι, ὡς μόνην Θεοτόκον, κόσμου μεσίτριαν.
Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, Εἰκόνα ἁγίαν, θαυματόβρυτον καί σεπτήν, τήν φυλασσομένην ἐν τῆ Μονῆ Λεχώβης, καί πᾶσι χορηγοῦσαν, χάριν σωτήριον.

Οἱ ἐν ἀσθενείαις καί συμφοραῖς, ποικίλαις ἀνάγκαις, διαφόροις δέ πειρασμοῖς, πρός τήν Θεοτόκον προσπέσωμεν αἰτοῦντες, Αὐτῆς τήν μεσιτείαν πρός τόν θεάνθρωπον.

Φύλαττε καί σκέπε τήν Σήν Μονήν, τήν πιστῶς τιμῶσαν, τήν Εἰκόνα Σου τήν σεπτήν, ὦ Λέχωβα Μήτερ, πιστῶν πάντων ἡ σκέπη, καί δώρησαι εἰρήνην καί ἀπολύτρωσιν.

Δός μοι Λεχωβίτισσα τοῦ Χριστοῦ, σωτήριον χάριν, πρός μετάνοιαν ἀληθῆ, καί ἄνοιξον Μῆτερ κρουνούς θείων δακρύων, ὡς τέξασα Σωτῆρα βροτῶν, Πανάμωμε.

Μεσίτευσον, Κόρη, τῶ Σῶ Υἱῶ, τήν τοῦ Παραδείσου πανευφρόσυνον ἡδονήν, δωρήσασθαι πᾶσι τοῖς πόθῳ προσκυνοῦσιν, Εἰκόνα Σου τήν θείαν καί χαριτόβρυτον.

Ἡ Εἰκών τῆς Παναγίας Λεχωβιτίσσης, ἔργον τοῦ 17ου αἰ., φυλάσσεται εἰς τήν Ἱεράν Μονήν Λεχώβης Κορινθίας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Ἀρχιμανδρίτου Νικοδήμου Ἀεράκη, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1995).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου