Κύριε Ιησού Χριστέ, Ελέησόν με ...

Τετάρτη, 17 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΚΡΕΜΑΣΤΗΣ (τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Πύργου Ἠλείας)

Χαῖρει, Θεοτόκε, ἡ Σή Μονῆ, ἔχουσα ἐν κόλποις τήν Εἰκόνα Σου τήν σεπτήν, ὡς στηλογραφίαν τῆς θείας Σου εὐνοίας καί ταύτῃ καθ’ ἑκάστην προστρέχει, Ἄχραντε.
Πάλαι ἐν σπηλαίῳ ἡ Σή Εἰκών, Παρθένε, κρυβεῖσα, πεφανέρωτι ἐν φωτί, τοῖς πιστοῖς ποιμέσι, διώκουσα τόν ζόφον, παθῶν καί νοσημάτων ἡμῶν ἑκάστοτε.

Ὡς αἰωρουμένην θείᾳ ροπῆ, εἶδον οἱ ποιμένες τήν Εἰκόνα Σου τήν σεπτήν, Κρεμαστήν προσφόρως αὐτήν, Θεογεννήτορ, ὠνόμασαν ὑμνοῦντες τά μεγαλεῖα Σου.

Βρύει ἰαμάτων τάς δωρεάς, τῆ ἐπιφοιτήσει τῆς Σῆς χάριτος μυστικῶς, ἡ σεπτή Εἰκών Σου, Ἁγνή Θεογεννῆτορ, καί πάντων τάς αἰτήσεις πληροῖ ἑκάστοτε.

Πυρός καταπαύει τήν ἀπειλήν, δαίμονας ἐλαύνει, ἡ Εἰκών Σου ἡ θαυμαστή καί τάς στειρευούσας, εὐτέκνους ποιεῖ, Κόρη, διό ὑμνολογοῦμεν τά Σά θαυμάσια.

Φύλαττε καί σκέπε τήν Σήν Μονήν, πάσης δυσχερείας καί στενώσεως, Κρεμαστή, καί τοῖς προσιοῦσι τῆ θείᾳ Σου Εἰκόνι, δίδου ἀεί Παρθένε, χάριν καί ἔλεος.

Ἡ Εἰκών τῆς Παναγίας Κρεμαστῆς, φυλάσσεται εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν Πύργου Ἠλείας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1995).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου