Κύριε Ιησού Χριστέ, ελέησόν με ...

Τρίτη, 16 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΤΟΥ ΚΑΖΑΝ (τοῦ ἐν Μάνδρᾳ Ἀττικῆς Ἱεροῦ Παρεκκλησίου τῆς ὁσ. Ξένης)

Εἰκόνι Σου τῆ θείᾳ τῆ τοῦ Καζάν προσπίπτωμεν, Κόρη, οἱ ἐν θλίψεσι τῆς ψυχῆς, αἰτούμενοι δι’ αὐτῆς τήν Σήν γενναῖαν καί ἀναγκαῖαν τοῖς πᾶσι ἀντίληψιν.
Ῥωσίας ἁπάσης τήν ὁδηγόν, Γένους Ὀρθοδόξων τήν Ὑπέρμαχον Στρατηγόν, Καζάν τήν Εἰκόνα νῦν τιμῶμεν, ὡς τῆς Παρθένου λαμπρόν ἀποτύπωμα.

Κατάπαυσον τόν τάραχον τῆς ψυχῆς τῶν δούλων Σου, Κόρη, Θεοπόθητε Μαριάμ, καί δώρησαι εἰρήνην Σοῖς ἱκέταις, ὅπως μή παύουν τοῦ μεγαλύνειν Σε.

Βάρος, Παρθένε, ἐν τῆ ψυχῆ καί ἄλγος καί πόνος ἐπιπολάζει νῦν ἐπ’ ἐμέ, Σύ ἄρον τόν ζυγόν τῆς ἁμαρτίας, ἧ ὡς μεσότοιχον τοῦ Υἱοῦ Σου χωρίζει με.

Κατέχοντες, Κόρη, τῆς Σῆς μορφῆς, Εἰκόνα τήν θείαν, ἀποκειμένην ἐν τῶ σεπτῶ Ξένης Σαλῆς Παρεκκλησίῳ, αὐτῆ προσπίπτωμεν, θείᾳ Καζάνσκαγιᾳ.

Κράζωμεν εὐγνωμόνως χαῖρε Ἁγνῆ, ὅτι εὐαρεστῆσαι τῆ Εἰκόνι Σου τοῦ Καζάν, τῆ ἀποκειμένῃ Ξένης Παρεκκλησίῳ, δοξάζοντες τήν θείαν οἰκονομίαν Σου.

Μεγαλυνάριον ἕτερον (ποίημα Γεωργίου Ἀποστολάκη).
Χαίροις ἄνθος εὔοσμον τοῦ Καζάν, πάσης τε Ῥωσίας ἀγαλλίαμα καί χαρά, ἡμετέρου οἴκου ἐπίσκεψις καί σκέπη, Κυρία Θεοτόκε, σεπτή Καζάνσκαγια.

Τῆς Εἰκόνος τῆς Παναγίας τοῦ Καζάν ἀπωλεσθείσης τό ἔτος 1905, διασώζονται 70 περίπου θαυματουργά ἀντίγραφα. Μεταξύ αὐτῶν συγκαταλέγεται καί ἀντίγραφον τοῦ ἔτους 1732, Ρωσικῆς προελεύσεως (προερχόμενον ἐκ τῆς Ἐκκλησίας τῶν Κατακομβῶν), θαυμαστῷ τῷ τρόπῳ εὑρεθέν, φυλασσόμενον εἰς τό Παρεκκλήσιον τῆς ὁσ. Ξένης τῆς Ρωσίδος Μάνδρας Ἀττικῆς.
Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Καθηγητοῦ Ἀντ. Μάρκου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2011).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου