Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Σάββατο 20 Μαΐου 2017

ΤΩ ΣΩΤΗΡΙ ΘΕΩ

ΚΑΤΑΒΑΣΙΕΣ ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΥΦΛΟΥ

ᾠδὴ α’
Ἦχος πλ. α’
Τῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.
ᾠδὴ γ’
Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν, καὶ δοξάζειν σου τὴν σωτήριον Ἀνάληψιν.

ᾠδὴ δ’
Εἰσακήκοα τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου, ὡς Παράδεισος ἠνοίγη δι’ αὐτοῦ, καὶ ἐβόησα΄ Δόξα τῇ δυνάμει σου Κύριε.

ᾠδὴ ε’
Ὀρθρίζοντες βοῶμέν σοι Κύριε΄ Σῶσον ἡμᾶς, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

ᾠδὴ ς’

Ἐκύκλωσέ με ἄβυσσος, ταφή μοι τὸ κῆτος ἐγένετο, ἐγὼ δὲ ἐβόησα, πρὸς σὲ τὸν φιλάνθρωπον, καὶ ἔσωσέ με ἡ δεξιά σου Κύριε.

ᾠδή ζ’
Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σῴσας Παῖδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

ᾠδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον
Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων, σαρκωθέντα, ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾠδὴ θ’ 
Σὲ τὴν ὑπὲρ νοῦν, καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.
Πηγή

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου