Ἡ πρωϊvὴ Ἀκολουθία ὅπως περιγράφεται τῇ Δευτέρᾳ πρωί. Καὶ μετὰ οἱ προσευχές ποὺ ἀκολουθούv.
Σὲ εὐλογοῦμεν, Ὕψιστε Θεέ, Κύριε, τοῦ ἐλέους τὸν ποιοῦντα ἀεὶ μεθ' ἡμῶν μεγάλα τε καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὔκ ἐστιν ἀριθμός. τὸν παρασχόντα ἡμῖν τὸν ὕπνον εἰς ἀνάπαυσιν τοῦ κόπου τῆς
πολυμόχθου σαρκός. Εὐχαριστοῦμεν σοί, ὅτι οὐ συναπώλεσας ἡμὰς ταῖς ἀνομίαις ἡμῶν, ἂλλ' ἐφιλανθρωπεύσω συνήθως καὶ πρὸς ἀπόγνωσιν κειμένους ἡμὰς ἤγειρας εἰς τὸ δοξολογήσαι τὸ κράτος σου.
Διο δυσωποῦμεν τὴν ἀνείκαστον σοῦ ἀγαθότητα. φώτισον ἡμῶν τοὺς τῆς διανοίας ὀφθαλμοὺς καὶ τὸν νοῦν ἡμῶν ἐκ τοῦ βαρέως ὕπνου τῆς ῥᾳθυμίας ἀνάστησον. ἄνοιξον ἡμῶν τὸ στόμα καὶ πλήρωσον αὐτὸ τῆς σῆς αἰνέσεως, ὅπως ἂν δυνηθῶμεν ἀπερισπάστως ᾄδειν τε καὶ ψάλλειν καὶ ἐξομολογήσθαι σοι τῶν ἐν πᾶσι καὶ ὑπὸ πάντων δοξαζομένω Θεῶ τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἄλλη εὐχή.
Κύριε, ὁ ἐν ἁμαρτίαις περιπεσόντα τὸν ἄνθρωπον μὴ παριδών, ἀλλὰ τῆς οὐρανίου καταξιώσας βασιλείας διὰ τῆς ἐν τῷ σταυρῷ σου θείας οἰκονομίας, αὐτὸς ἀθάνατε βασιλεῦ, ζωοποίησον καὶ ἡμὰς νεκρωθέντας ταῖς ἀνομίαις καὶ κοινωνοὺς τῶν θείων σοῦ παθημάτων καὶ τοῦ ζωηφόρου θανάτου καὶ τῆς ἐγέρσεως ἀνάδειξον, ὡς ψιλάνθρωπος, πρεσβείαις τῆς παναμώμου μητρός σου καὶ πάντων τῶν ἁγίων. Ἀμήν.
Κύριε, λύτρωσε μὲ τῆς φιληδονίας, τῆς φιλοδοξίας, τῆς φιλαργυρίας καὶ τῆς φιλαυτίας, τῆς μητρὸς πάντων τῶν κακῶν.
Δι’ εὐχῶν...

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου