Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Κυριακή 4 Δεκεμβρίου 2016

Σήμερα 4 Δεκεμβρίου, η Εκκλησία μας εορτάζει την μνήμη της Αγίας Βαρβάρας της Μεγαλομάρτυρος

Αγία του Θεού Βαρβάρα, πρέσβευε υπέρ ημών.
Ἀπολυτίκιον 
Ἦχος δ’.
Βαρβάραν τὴν Ἁγίαν τιμήσωμεν· ἐχθροῦ γὰρ τὰς παγίδας συνέτριψε, καὶ ὡς στρουθίον ἐῤῥύσθη ἐξ αὐτῶν, βοηθείᾳ καὶ ὅπλῳ τοῦ Σταυροῦ ἡ πάνσεμνος.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῆς Τριάδος τὴν δόξαν ἀνακηρύττουσα, ἐν τῷ λουτρῷ τρεῖς θυρίδας ὑπεσημήνω σοφῶς, κοινωνίαν πατρικὴν λιποῦσα πάνσεμνε, ὅθεν ἠγώνισαι λαμπρῶς, ὡς παρθένος εὐκλεής, Βαρβάρα Μεγαλομάρτυς. Ἀλλὰ μὴ παύση πρεσβεύειν, ἐλεηθήναι τᾶς ψυχᾶς ἠμῶν.
Κοντάκιον
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ἐν Τριάδι εὐσεβῶς ὑμνουμένῳ, ἀκολουθήσασα σεμνὴ Ἀθληφόρε, τὰ τῶν εἰδωλων ἔλιπες σεβάσματα· μέσον δὲ τοῦ σκάμματος, ἐναθλοῦσα Βάρβαρα, τυράννων οὐ κατέπτηξας, ἀπειλὰς ἀνδρειόφρον, μεγαλοφώνως μέλπουσα ἀεί, Τριάδα σέβω τὴν μίαν θεότητα.
Κάθισμα
Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἐν τῇ ἀθλήσει σου, πάντας ἐξέπληξας, ὅτι ὑπέμεινας, τὰς τῶν τυράννων πληγάς, δεσμὰ, βασάνους, φυλακάς, Βαρβάρα παναοίδιμε· Ὅθεν καὶ τὸν στέφανον, ὁ Θεός σοι δεδώρηται, ὅνπερ ἐπεπόθησας, ψυχικῶς καὶ προσέδραμες· αὐτὸς καὶ τὰς ἰάσεις παρέχει, πᾶσι τοῖς πίστει προσιοῦσί σοι. 
Ἕτερον Κάθισμα
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν νυμφίον σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς διέλαμψας Πανεύφημε· ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, τὸ στέφος τῆς ἀθλήσεως, παρ' αὐτοῦ δεξαμένη, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας Βαρβάρα τὴν μνήμην σου.
Вмц. Варвара. Икона. 2-я пол. XIV в. (ГТГ)
Ὁ Οἶκος
Τὴν νυμφευθεῖσαν τῷ Χριστῷ διὰ τοῦ μαρτυρίου, Βαρβάραν συνελθόντες τιμήσωμεν ἀξίως, ὅπως αὐτῆς ταῖς προσευχαῖς λύμης ψυχοφθόρου λυτρωθέντες, καὶ λοιμοῦ, σεισμοῦ τε καὶ καταπτώσεως, τὸν βίον ἐν εἰρήνῃ διέλθωμεν, καταξιωθέντες μετὰ πάντων τῶν Ἁγίων, τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, διάγειν ἐν φωτί, καὶ μέλπειν ἀξίως, ἐθαυμάστωσας Σῶτερ τὰ σὰ ἐλέη πᾶσι τοῖς πίστει ὁμολογοῦσι, Τριάδα σέβω τὴν μίαν θεότητα.
Святая великомученица Варвара
Μεγαλυνάριον
Πατέρα λιποῦσα τὂν δυσσεβῆ, ἐδείχθης θυγάτηρ, Βασιλέως τῶν οὐρανῶν, ὑπὲρ οὗ προθύμως, ἀθλήσασα Βαρβάρα, λυτροῦσαι πάσης νόσου, τοὺς προσιόντας σοι.
Великомученица Варвара
Ἕτερον Μεγαλυνάριον
Τον θείον κοσμήτορα της Χριστού Εκκλησίας πάντες Ιωάννην Δαμασκηνόν ύμνοις συν τη θεία σεπτή καλλιπαρθένω Βαρβάρα επαξίως ανευφημήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου