Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Τετάρτη 30 Νοεμβρίου 2016

Παράκλησις εἰς τὸν Ἅγιο Ἀνδρέα

Ἅγιος Νικόδημος ὁ Ἁγιορείτης
Κῆρυξ Οἰκουμένης μέγας φανεῖς,
Πάλιν Βυζαντίδα
Σὺ φωτίζεις κατ' ἐξοχὴν
σὺν τῇ τοῦ Εὐξείνου,
Ἀνδρέα μάκαρ, Πόντου τῇ Ἀμισῷ καὶ ταύταις
σαφῶς ἐφώτισας.

Λόγοις Σου φωτίζεις τὴν Λαζικὴν
καὶ τὴν Τραπεζούντα
σὺν Νικαίᾳ τῇ θαυμαστῇ
καὶ Νικομήδεια,
συνάμα Χαλκηδόνι, ὡς μύστης καὶ αὐτόπτης
Χριστοῦ, Ἀπόστολε.

Τὴν Πόντου Ἡρακλείαν, ὡς εἰκός,
λόγοις ἐκδιδάξας,
ὢ Ἀνδρέα Καθηγητά,
καὶ τὴν Προποντίδα
ὡσαύτως ἐκδιδάσκεις καὶ πόλιν τοῦ Εὐξείνου
σὺν τε Ἀμάστριδα.

Θαύμασι φωτίζεις τοὺς Σινωπεῖς,
Μῦστα τοῦ Δεσπότου,
Σαμοσάτας τε τοὺς σοφούς,
Νεοκαισαρεῖς τε,
τοὺς πρώην ἀπειθεῖς μέν, πιστοὺς δὲ διὰ λόγων
Σοῦ εἰς τὸ ὕστερον.

Κῆρυξ καὶ τῆς Θρᾴκης οὖν γεγονώς,
πάσης Θετταλίας
καὶ Ἑλλάδος, Μάκαρ Σοφέ,
καὶ Μακεδονίας,
ἐσχάτως ἐκδιδάσκεις, Ἀνδρέα Μυστολέκτα,
Τὴν Πελοπόννησον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου