Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Τρίτη 18 Οκτωβρίου 2016

Σήμερα 18 Οκτωβρίου, η Εκκλησία μας εορτάζει την μνήμη του Αγίου Λουκά του Ευαγγελιστή

Άγιε του Θεού Ευαγγελιστά Λουκά, πρέσβευε υπέρ ημών.
Ἀπολυτίκιον
Ἦχος γ’.
Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον 
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀκέστωρ σοφώτατος, Ἱερομύστα Λουκᾶ, ζωγράφος πανάριστος, τῆς Θεοτόκου Μητρός, ἐδείχθης Ἀπόστολε, ἔγραψας μάκαρ, λόγους, διὰ πνεύματος θείου, ἔδωκας ἐννοῆσαι, συγκατάβασιν ἄκραν, Χριστοῦ τῆς παρουσίας, διὸ πρέσβευε σωθήναι ἠμᾶς.
Ἕτερον Ἀπολυτίκιον
Λουκᾶν τὸν θεηγόρον καὶ τοῦ Παύλου συνέκδημον καὶ Εὐαγγελίου τοῦ τρίτου συγγραφέα θεόπνευστον, ἐν ὕμνοις τιμήσωμεν, πιστοί, ὡς ἄξιον ἐργάτην τοῦ Χριστοῦ. Τῷ φωτι γὰρ τοῦ Κυρίου καταυγασθεὶς μετέδωκε φῶς τῷ κόσμῳ. Γράψας τὰς θαυμαστὰς παραβολάς, σύστασιν ἐκκλησίας τε τῇ ἐπελεύσει τοῦ πνεύματος ἱστορησάμενος.
Απόστολος των 70 Luca
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Μαθητὴς γεvόμενος τοῦ Θεοῦ Λόγου, σὺν τῷ Παύλῳ ἅπασαν, ἐφωταγώγησας τὴv γῆν, καὶ τὴν ἀχλὺν ἀπεδίωξας, τὸ θεῖον γράψας, Χριστοῦ Εὐαγγέλιον.
Ὁ Οἶκος
Ὡς ἰατρὸς καὶ μαθητὴς Λουκᾶ ἠγαπημένος, μυστικῇ χειρουργίᾳ τὰ πάθη τῆς ψυχῆς μου, καὶ τὰ τοῦ σώματος ὁμοῦ ἴασαι, καὶ δὸς μοι κατὰ πάντα εὐεκτεῖν, καὶ σοῦ τὴν παναοίδιμον γηθόμενος γεραίρειν πανήγυριν, ὄμβροις τε δακρύων, ἀντὶ μύρων τὸ σεπτόν σου καὶ πάντιμον σῶμα καταβρέχειν· ὡς στήλη γὰρ ζωῆς ἐγγεγραμμένη τῷ ναῷ τῷ θαυμαστῷ τῶν Ἀποστόλων πᾶσιν ἐκφώνει, καθάπερ καὶ σὺ τὸ πρῶτον, τὸ θεῖον γράψας Χριστοῦ Εὐαγγέλιον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου