Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Τρίτη 1 Δεκεμβρίου 2015

Ἀκολουθία Ἁγίου Πορφυρίου Καυσοκαλυβίτου

Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Πορφυρίου τοῦ Καυσοκαλυβίτου καὶ τοῦ Ἁγίου Προφήτου Ἀββακούμ.

ΕΣΠΕΡΙΝΟΣ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς 103 
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω
ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν·
ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·
ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα·
ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον ὃν ἐθεμελίωσας αὐτά·
ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα·
ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν·
ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς·
καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν.
ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς.
ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων·
ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον.
δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος.
ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ·
ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται.
ᾄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω·
ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. 
Καὶ πάλιν
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Ψαλμὸς 140
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω. 
Ψαλμὸς 141
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. 

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. 

Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι. 

Ψαλμὸς 129
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου. 

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. 

Ὡς γενναῖον ἐν μάρτυσιν ἦχος δ’ 

Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. 

Τῆς Ἑλλάδος φιλέορτοι, γῆς ἁπάσης θεόφρονες, συνελθόντες σήμερον εὐφημήσωμεν τὸν θεῖον ὄντως Πορφύριον, τὸν βίῳ ἰσάγγελον, καὶ προφήτην ἀληθῶς, ὀρθοδόξων ἀγλάϊσμα καὶ τὸ καύχημα, τῆς Τριάδος τὸν μύστην, τὸν τὴν χάριν, ταπεινώσει δουλωθέντα, τοῦ Παρακλήτου πλουτήσαντα. 

Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. 

Ἐν τῷ Ἄθωνι ἤνθησας ὥσπερ ἄνθος μυρίπνοον, καὶ τὰ πλήθη εὔφρανας τῇ ἠδύτητι τῆς του σοῦ λόγου ἁπλότητος, καί θεία πραότητι, εἰρηνεύων τάς ψυχάς, πρὸς λιμένα τὸν εὔδιον ἄγεις ἅπαντας, εἰς Χριστοῦ τὴν ἁγίαν Ἐκκλησίαν, ἔνθα ἐστι σωτηρία καὶ παραδείσου ἀπόλαυσις. 

Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ὡς ἀστὴρ φαεινότατος ἐξ Εὐβοίας ἀνέτειλας, καταυγάζων ἅπασαν τὴν ὑφήλιον τῶν χαρισμάτων ταῖς λάμψεσιν καὶ ὅλη λαμπρότητι σῆς ἁγίας βιοτῆς, τῶν ὁσίων, Πορφύριε, ἐγκαλλώπισμα, τῆς ἀγάπης δ’ ἐνσάρκωσις ἐγένου, καὶ συγγνώμης τύπος πᾶσι, ὑπομονῆς καὶ ἁπλότητος. 

Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ἀγαπήσας τὸν Κύριον, ταπεινῶς ὑπηρέτησας Ἐκκλησία, ὅσιε, ἐκ νεότητος, καὶ τοῖς νοσοῦσι κεχάρισαι ἰάσεις ἐν θαύμασι, Παρακλήτου δωρεᾶς, καὶ διάκρισιν ἔλαβες καὶ διόρασιν, καὶ τὴν χάριν προβλέπειν γεγονότα τὰ ἐσόμενα τῷ κόσμῳ, τὰ ὑφ’ ἡμῶν ἀκατάληπτα. 

Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Ἐν τῷ βάθει, Πορφύριε, τῆς Χριστοῦ ταπεινώσεως, καταβάς ὑψώθης πρὸς τὰ ἀπόρρητα, Χριστοῦ τὰ θεῖα μυστήρια, καὶ τούτοις ἐτρύφησας, καὶ ἐγένου θεατῆς τῶν μελλόντων ἐμβρόντητος, Ἰωάννη ὡς, ἐν τῇ Πάτμῳ ἰδὼν ἀποκαλύψεις, φωτισμῷ τοῦ Παρακλήτου, ἱερομύστα πανόσιε.

Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Ἀρετῶν ἐνδυσάμενος τὴν πορφύραν, Πορφύριε, ἐν χοροῖς παρίστασαι ὡς ἰσάγγελος, θείων ἀγγέλων ὁλόφωτος, καὶ ψάλλεις γηθόμενος, καὶ ὑμνεὶς ἐν οὐρανοῖς, Τρισηλίου θεότητος δόξαν ἄφθιτον, καὶ Χριστὸν διαπύρως ἱκετεύεις, τοῦ δώρησαι τοῖς ἀνθρώποις, τῆς μετανοίας ἀπόλαυσιν.

Δόξα Πατρί… Ἦχος πλ.β’

Σήμερον ἀνέτειλεν, ὡς ἀστὴρ περιφανής, ἥ του ὁσίου Πορφυρίου πανσεβάσμιος μνήμη τὴν ἐκκλησίαν τῶν πιστῶν καταυγάζουσα. Δεῦτε οὖν οἱ πᾶσαν τὴν Ἀττικὴν οἰκοῦντες, ἱεροῖς ἐγκωμίοις τοῦτον τιμήσωμεν λέγοντες· χαίροις, ὁ ἐν πόνοις ἀθλήσας καὶ ἐν νίκαις χρηματίσας τῶν παλαιῶν ὁσίων ἐφάμιλλος· χαίροις,ὁ ἐν σαρκὶ ὡς ἄγγελος Θεὸν διακονήσας, ταπεινώσεως στολὴ καλυπτόμενος· χαίροις, ὁ λαμπρότατος ναὸς τῆς ἁγνείας καὶ τῆς ἀγαθότητος, καὶ μυστηρίοις θείοις γνώσει μεμυημένος. Πρέσβεῦε οὖν ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, τῶν εὐγνωμόνως τιμώντων καὶ ἀνυμνούντων τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Τὶς μὴ μακαρίσει σέ, Παναγία Παρθένε; Τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

ΕΙΣΟΔΟΣ

Σοφία. Ορθοί.

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς΄ Διὸ ὁ κόσμος σὲ δοξάζει.

ΕΣΠΕΡΑΣ ΠΡΟΚΕΙΜΕΝΟΝ

Το έλεός σου, Κύριε, καταδιώξει με πάσας τας ημέρας της ζωής μου. (δις)

Στίχ.. Κύριος ποιμαίνει με και ουδέν με υστερήσει, είς τόπον χλόης εκεί με κατεσκήνωσεν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ’ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίω ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινούσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενούσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπῇ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε’ 15-23 και στ’ 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομίαν, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. δ’. 7-15).
Δίκαιος δὲ ἐὰν φθάσῃ τελευτήσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται· πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη· ἠρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροὶ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς, ἀρεστὴ γὰρ ἢν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοία τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπῇ ἐν τοῖς ὁσίοις αὐτοῦ.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀπόστιχα Στιχηρὰ προσόμοια Ἦχος πλ. α’ Χαίροις ἀσκητικῶν.

Χαίροις τῶν μοναστῶν καλλονή, τῶν ἱερέων περιλάλητον σέμνωμα, τὸ κλέος τῆς Ἐκκλησίας, ὁ καθαρώτατος νοῦς, ὁ τῆς ἀπαθείας μύστης ἄριστος, πραότητος προτύπον, ταπεινώσεως σκήνωμα, καὶ ἐραστὴς τῆς προσευχῆς μανικώτατος, ἁγιότητος ἐκμαγεῖον θαυμάσιον? ἄνθος τὸ παραδείσιον καὶ ῥόδον ἁγνότητος, τὸ τὴν Χριστοῦ Ἐκκλησίαν εὐωδιάζον, Πορφύριε. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις ἡ ἱερὰ κεφαλή, νήσου Εὐβοίας ὁ βλαστὸς ἱερώτατος, ἀγάπης καὶ τῆς συγγνώμης καὶ τοῦ ἐλέους πηγή, Παρακλήτου οἶκος ἁγιώτατος· φωστὴρ τὴν ὑφήλιον, καταυγάζων τοῖς θαύμασιν· τῶν πλανωμένων ὁδηγὸς πρὸς τὸν Κύριον, διοράσεως ὑψιπέτης χρυσαετός· λύχνος ὁ παμφαέστατος τῆς θείας ἑλλάμψεως, ὁ τὰ ἀπόρρητα φαίνων, ἀποκαλύπτων μυστήρια. Χριστὸν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Ὅλος ἀφιερώθης Χριστῷ, καὶ παιδιόθεν ἐν τῷ Ἄθωνι ἤθλησας, συνόμιλος τῶν ἀγγέλων, οἰκῶν ἐν γῆ γεγονὼς, καὶ τοῦ Παρακλήτου ἐνδιαίτημα, δαιμόνων ἀντίπαλος, ὧν τὰ θράση διέλυσας, καὶ νοσημάτων ἰατρὸς ὁ ἀλάνθαστος, ὁ ἰώμενος πάντα πάθη, Πορφύριε· τύπος Χριστοῦ ὁ ἔμψυχος, οὐράνιος ἄνθρωπος, ὠκεανὸς εὐσπλαγχνίας, ἁμαρτωλῶν καταφύγιον. Ἱκέτευε, πάτερ, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β’.

Τὴν τῶν ὁσίων καλλονήν, τῶν ἀσκητῶν τὴν δόξαν, πηγὴν τὴν τῶν θαυμάτων καὶ πρὸς Χριστὸν ἱκέτην τὸν ἀκοίμητον, συνελθόντες, ὢ φιλέορτοι, ἀγαλλομένη καρδία ὑμνήσωμεν λέγοντες· Χαίροις, ὁ ἀσκουμένων ἐν κόσμῳ κανῶν, καὶ ὁδηγὸς τοῦ βίου ἀκριβέστατος. Χαίροις, ἀστὴρ ὁ λαμπρότατος, ἀρετῶν ταῖς λάμψεσι καταυγάζων τὴν σύμπασαν. Χαίροις, ποντιζομένων λιμὴν καὶ προστασία, καὶ πατὴρ ἁπάντων τῶν ἀπωρφανισμένων. Σῦ τοιγαροῦν, ὢ Πορφύριε, ἀπαύστως δυσώπει Χριστῷ τῷ Θεῷ ὑπὲρ τῆς μάνδρας σου ταύτης καὶ πάντων ἡμῶν, τῶν τιμώντων σοῦ τὴν σεβάσμιον κοίμησιν.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε σὺ εἴ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν· πρεσβεῦε Δέσποινα, μετὰ τῶν Ἀποστόλων καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τῆς Εὐβοίας τὸν γόνον, πανελλήνων τὸν Γέροντα, τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Διαμονώντας γὰρ λυτρούται, καὶ ἀσθενεῖς ἰαταὶ πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα Πατρί…. Καὶ νῦν… Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεός, δόξα σοι.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρός τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')
Δόξα... Καὶ νῦν ...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον (ἐκ γ')
Δόξα... Καὶ νῦν ...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Τροπάρια
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Δόξα...
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Καὶ νῦν ...Θεοτοκίον
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου...
Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ. 
Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (ἐκ γ').
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (ἐκ β').

Ψαλμὸς 3 
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·
πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).
σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (διάψαλμα).
ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. 
Καὶ πάλιν
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου

Ψαλμὸς 37 
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου·
οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.
ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ.
προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου·
ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.
ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου·
ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.
Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.
ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ.
οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν·
καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ·
καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.
ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου.
ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.
ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός.
ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.
οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως·
οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην.
μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ·
πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. 
Καὶ πάλιν
μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ
πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου

Ψαλμὸς 62 
Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε.
οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.
ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·
ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς·
παραδοθήσονται εἰς χεῖρας ρομφαίας, μερίδες ἀλωπέκων ἔσονται.
ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα. 
Καὶ πάλιν
ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ
ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι
ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου

Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς(ἐκ γ')
Κύριε, ἐλέησον.(ἐκ γ')
Δόξα... Καὶ νῦν...

Ψαλμὸς 87 
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·
εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.
ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε·
προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος,
ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.
ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. (διάψαλμα).
ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.
οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου·
μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι;
μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;
μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε.
ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ;
πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.
ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με,
ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα.
ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. 
Καὶ πάλιν
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου

Ψαλμὸς 102 
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ·
εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ·
τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου·
τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς·
τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς ᾿Ισραὴλ τὰ θελήματα αὐτοῦ.
οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος·
οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ·
οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν,
ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν·
καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν,
ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.
ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει·
ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν
τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ·
εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. 
Καὶ πάλιν
ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον

Ψαλμὸς 142 
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·
καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα).
ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου·
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον.
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου·
καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι. 
Καὶ πάλιν
εἰσάκουσόν μου Κύριε ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου (ἐκ β')
τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου 
Στίχ. α'. Εξομολογείσθε τω Κυρίω ότι αγαθός, ότι εις τον αιώνα το έλεος αυτού.
Στίχ. β'. Πάντα τα έθνη εκύκλωσάν με, και τω ονόματι Κυρίου ημυνάμην αυτούς.
Στίχ. γ'. Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν οφθαλμοίς ημών.

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς Εὐβοίας τὸν γόνον, πανελλήνων τὸν Γέροντα, τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Διαμονώντας γὰρ λυτρούται, καὶ ἀσθενεῖς ἰαταὶ πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα Πατρί…

Τῆς Εὐβοίας τὸν γόνον,…….

Καὶ νῦν… Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

ΚΑΘΙΣΜΑΤΑ

Ἦχος α’. Τὸν τάφον σου, Σωτὴρ.

Χαρίσματα δεχθεὶς ἐν τῷ Ἄθωνι, πάτερ, ὡς ἄστρον φαεινὸν ἀνεδείχθης τῷ κόσμῳ, φωτίζων τοῖς λόγοις σου καὶ τῷ σῷ παραδείγματι, τοῖς δὲ θαύμασι τὴν Ἐκκλησίαν δοξάζων, καὶ μυστήρια ἀποκαλύπτων ἀνθρώποις, διὸ σὲ δοξάζομεν.

Δόξα….Καὶ νῦν….. Θεοτοκίον, ὅμοιον.

Παρθένε, μυστικὸν κρίνον τοῦ Παραδείσου, ἀγγέλων χαρμονή, χαρισμάτων ταμεῖον, Χριστῷ ἀεὶ πρεσβεῦε τῶν πταισμάτων τὴν ἄφεσιν δοῦναι, Παναγνέ, πᾶσι τιμῶσιν ἀξίως καὶ γεραίρουσι μνήμην κλεινοῦ Πορφυρίου, Χριστὸν ἀγαπήσαντος.

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Ἐγκοσμίων ὁσίων τὸ ἐγκαλλώπισμα, σκορπίζων Ἄθωνος δρόσον ἐν Ὁμονοίᾳ, σοφέ, διηκόνεις ταπεινῶς νοσοῦσιν, ὅσιε. Θαύματα δὲ ἐπιτελῶν, ἀνεδείχθης ἰατρὸς ἀλάνθαστος νοσημάτων. Ἰσάγγελος ἐν τῷ κόσμῳ ἐγένου, πάτερ, ἐραστὰ τοῦ Χριστοῦ.

Δόξα. ..Καὶ νῦν…. Θεοτοκίον.

Παναγία Παρθένε, Μῆτερ Θεοῦ ἡμῶν, δεινῶν καὶ πόνων τὴν λύσιν ψυχῆς ἐν πόνῳ ζητῶν, Πορφυρίου ταῖς λιταῖς παρασχοὺ Δέσποινα. Πρεσβεῦε δὲ τῷ σῷ Υἱῷ, προσκυνοῦντας σὲ πιστῶς, φυλάττειν παντὸς κινδύνου, καὶ διδόναι τοῖς σοῖς ἱκέταις τυχεῖν, Παρθένε, Παραδείσου τερπνοῦ.

Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Ἀσκητῶν, Πορφύριε, πάντων ἀκρότης ἐν τῷ κόσμῳ δέδειξαι, ζωὴν ἰσάγγελον βιῶν· διὸ ὑμνοῦμεν, πανθαυμαστέ, σοῦ τὴν ἀγάπην καὶ ἄκραν ταπείνωσιν.

Δόξα… Καὶ νῦν…. Θεοτοκίον.

Ταῖς πρεσβείαις, Κύριε, ἁγνῆς Μητρός Σου, καὶ τοῦ Σου θεράποντος τοῦ Πορφυρίου ταπεινοῦ, παρασχοὺ πᾶσι ἀπόλαυσιν τῆς οὐρανίου, Χριστέ, Βασιλείας Σου.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δις)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δις)
Δόξα Πατρί…
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ’
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περί πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου

Εἶπεν ὁ Κύριος τοῖς μαθηταῖς αὐτοῦ. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. 

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Ν’ ψαλμὸς 

Δόξα Πατρί… Ἦχος β’

Ταῖς τοῦ σοῦ ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Ἦχος πλ.β’
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Τά ἐπί γῆς ἀπαρνηθείς τερπνά, τά οὐράνια, Πορφύριε, ἐδέξω παρά Χριστοῦ τοῦ Θεοῦ, ὡς γέρα τῶν πόνων σου ὅτι καθαρᾶ τῆ καρδία καί ταπεινώσει πολλῆ, σοφέ, ἐπολιτεύθης ὄντως καί μιμητής τῶν ἁγίων ἐγένετο. Τῆ δέ πραότητι τῆ σῆ πολλούς ὡδήγησας εἰς Χριστόν, ἐν ὧ καί σύ ὡς ἥλιος ἔλαμψας πρός δόξαν Θεοῦ, τοῦ σέ λαμπρῶς δοξάσαντος.

ΚΑΝΟΝΕΣ
ᾠδὴ α’ Ἦχος πλ. δ’
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.


Τοῦ Οσίου Ὠδὴ α’. Ἀνοίξω τὸ στόμα….

Όσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Παράκλητε δώρησαι σοφίαν λέγειν καί χάριτος, ὑμνῆσαι Πορφύριον, τόν τῆς Εὐβοίας βλαστόν, τόν ἀθλήσαντα ἐν Καυσοκαλυβίοις, καί χάριν δεξάμενον τῆς διοράσεως

Όσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁσίως ἐβίωσας ἐν τῇ ἐρήμῳ τοῦ Ἄθωνος, ὑπείκων τοῖς γέρουσι μετὰ χαρὰς καὶ τιμῶν, τὴν ταπείνωσιν δεχθεὶς ἐν τῇ καρδίᾳ, καὶ χάριν τοῦ Πνεύματος ἐγκολπωσάμενος.

Δόξα Πατρί…

Ῥόδον εὐωδέστατον, ἐδείχθης ὄντως τῆς χάριτος, σκορπίζων ἀρώματα τῶν οὐρανῶν τοῖς πιστοῖς, τὴν πραότητα καὶ ἀνεξικακίαν, ἀγάπην, ταπείνωσιν σὺν τῇ ἁπλότητι.

Καὶ νῦν… Θεοτοκίον

Φαιδρύνεις τὰ σύμπαντα, Παρθενομῆτορ, τῷ τόκῳ σου, φθορὰν ἀφανίζουσα τῆς ἁμαρτίας, ἁγνή, καὶ παρέχουσα χαρὰν τὴν οὐρανίαν· διὸ ἀγαλλόμενοι πάντες ὑμνοῦμεν σέ.

ᾠδὴ γ’

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

Ὠδὴ γ’. Τοὺς σοὺς ὑμνολόγους.

Όσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὑπήρξας ναὸς τοῦ Παρακλήτου καὶ μάρτυς τῆς χάριτος αὐτοῦ, νοσήματα ἰώμενος, προλέγων τὰ ἐσόμενα, ἐκβάλλων δὲ καὶ δαίμονας ταῖς σαῖς εὐχαῖς, ὀσιώτατε.

Όσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ῥοαῖς τῶν δακρύων σου, τρισμάκαρ, ἐν ταῖς παννυχίοις σοῦ εὐχαῖς, ἀρχόντων παραπτώματα ἀπέπλυνας, πανόσιε, γαλήνην χαρισάμενος τῷ ταλαιπώρῳ λαῷ ἡμῶν.

Δόξα Πατρί…

Ἰώβειον ἔδειξας, παμμάκαρ, ἐν πόνοις τοῖς σοῖς ὑπομονὴν τῶν νόσων τῶν ποικίλων σοῦ τοὺς ἄλλους δὲ ἰώμενος, οὐδέποτε ἐζήτησας τῶν νοσημάτων σου ἴασιν.

Καὶ νῦν… Θεοτοκίον

Ὁ πάντων Σωτὴρ καὶ ἀντιλήπτωρ, τὴν βρότειον σάρκα προσλαβὼν, ἐκ τῶν ἁγνῶν αἱμάτων σου, τὸν κόσμον ἐλυτρώσατο, τῶν οὐρανῶν βασίλισσαν, ἀναγορεύσας σέ, Πάναγνε.

Κάθισμα Ἦχος δ’. Ὁ ὑψωθεὶς.

Τῶν τῆς ἐρήμου ἀθλητῶν ἡ ἀκρότης, τῶν ἐγκοσμίων ἀσκητῶν ὁ κοσμήτωρ καὶ ἱερέων προτύπον πιστὸν καὶ ὁδηγός, ὤφθης, ἱερώτατε, καὶ ἰσάγγελος ὄντως, ἰαμάτων βρύσις τε, χαρισμάτων ταμεῖον. Καὶ νῦν παρίστασαι Χριστῷ ἐν οὐρανοῖς, πρεσβεύων πάτερ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα, ….. Καὶ νῦν…. Θεοτοκίον.

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, σπλαγχνισθεῖσα· σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοῦς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Κοντάκιον Ἦχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.

Τοῦ Παρακλήτου τὸν ναὸν τὸν ἁγιώτατον, καὶ τῆς παναγνοῦ Θεοτόκου προσφιλέστατον ἀνυμνήσωμεν Πορφύριον ἐκ καρδίας. Ἀγαπᾷ γὰρ καὶ ἰᾶται πάντας καὶ φρουρεῖ, καὶ πρεσβεύει, ὅπως τύχωμεν θεώσεως. Ὅθεν κράζομεν, χαίροις, πάτερ Πορφύριε.

Ὁ οἶκος.

Ἄγγελος τῆς ἀγάπης τοῦ Θεοῦ πρὸς ἀνθρώπους, Πορφύριε παμμάκαρ, ἐπώφθης· καταστὰς μοναχῶν καλλονή, ἱερέων τε σεμνὸν ἐγκαλλώπισμα, τῷ κόσμῳ διηκόνησας, κραυγάζοντι πρὸς σὲ τοιαῦτα˙
• Χαῖρε, πατὴρ ὀρφανῶν καὶ ξένων·
• Χαῖρε, ἀστὴρ ἀληθῶν ποιμένων.
• Χαῖρε, ἐγκοσμίων ἁγίων ὠράϊσμα˙
• Χαῖρε, τῶν ὁσίων ἁπάντων ἀγλάϊσμα.
• Χαῖρε, ἄνθος εὐωδέστατον Παραδείσου μυστικοῦ˙
• Χαῖρε, φῶς τὸ ἱερώτατον οὐρανοῦ πνευματικοῦ.
• Χαῖρε, ὅτι τυγχάνεις ἰατρὸς νοσημάτων·
• Χαῖρε, ὅτι ἐφάνης ἐραστὴς τῶν δογμάτων.
• Χαῖρε, Θεοῦ μυστηρίων ὁ μύστης˙
• Χαῖρε, δι’ οὐ ἐδραιούται ἡ πίστις.
• Χαῖρε, λαμπρὰ Ἐκκλησίας λυχνία˙
• Χαῖρε, χαρὰ μυστικῶν οὐρανία.
Χαίροις, πάτερ Πορφύριε.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Β’ τοῦ αὐτοῦ μηνός μνήμῃ τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Πορφυρίου, τοῦ Καυσοκαλυβίτου, τοῦ διορατικοῦ καὶ θαυματουργοῦ.
• Τὸν Καλυβίτην, Πορφύριε, ζηλώσας,
• Ἄθωνι ἔδραμες ἀσκήσει βιώσας.
• Δευτερίη Πορφύριος γῆν ἀντήλλαξε Παραδείσῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀββακούμ.
• Τάττει Θεὸς σοι τοὺς πόδας τεθνηκότι,
• Εἰς συντέλειαν Ἀββακούμ, καθὼς ἔφης.
• Δευτερίῃ Ἀββακοὺμ ἀνεβήσατο εἰς Θεοῦ ἄστυ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ ἐρημιτῶν, Ἰωάννου, Ἡρακλαίμονος, Ἀνδρέου καὶ Θεοφίλου.
• Ἀνδρῶν τετρακτὺς εἰς ἄλυπον χωρίον,
• Ἐκ θλίψεως γέμοντος ἦλθε χωρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μυρόπης.
• Ὄντως μύρον πέφηνε Χριστῷ Μυρόπη,
• Σῶμα προσδοῦσα διὰ τοῦτον βασάνοις.
Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Κυρίλλου Φιλεώτου ἀσκήσαντος ἐν ἔτει 1060.
Ἡ ἁγία Μυρόπη ἐν τῇ φυλακῇ τελειοῦται.
Ὁ ἅγιος Ἄβιβος ὁ νέος ἐν πυρὶ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ Ἦχος α’

Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…Ἅγιος εἶ Κύριε.

Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.


Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν και προσκυνοῦμεν τὸν Κύριον.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν…

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
Καταβασία

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.

Συναπτὴ μικρά καὶ ἡ ἘκφώνησιςὍτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Γυναῖκες ἀκουτίσθητε.

Ἠγάπησας ταπείνωσιν, καὶ ἤσκησας ὑπακοήν, ὅθεν ἐπλήσθης χαρίτων τοῦ Παρακλήτου, παμμάκαρ, πολλῶν θαυμάτων δὲ πηγὴ ἐγένου καὶ ἰάσεων, τοῖς ἀσθενοῦσιν, ὅσιε, σὴν ἀρωγὴν ἐκζητούσιν. Διὸ ὑμνοῦμεν σέ, πάτερ.

Θεοτοκίον.
Παρθένε, μῆτερ τοῦ Χριστοῦ, ἐλέησον τιμῶντας σέ, πρεσβείαις τοῦ Πορφυρίου, δούλου πιστοῦ τοῦ Κυρίου. Ἡμῶν τὸ ἔθνος φύλαξον ἀπὸ κινδύνων καὶ δεινῶν, μετάνοιαν παρέχουσα καὶ τὴν εἰρήνην ἐν πᾶσι, δεόμεθα σοῦ, Παρθένε.

ΑΙΝΟΙ Ἦχος πλ. δ´

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὧ τοῦ παραδόξου θαύματος.

Ὧ τοῦ παραδόξου θαύματος! Παῖς ἐν τῷ Ἄθωνι ὧν, τοῦ Βελίαρ τὸ φρύαγμα ἀνδρικὼς κατέβαλες, καὶ στεφάνους ἀπέλαβες· παῖς ὧν γερόντων σύνεσιν ἔδειξας, ἀγγέλων βίον, πάτερ, μιμούμενος. Ὅθεν χαρίσματα ὡς πορφύραν ἔλαβες πνευματικήν, ὅσιε Πορφύριε, θεοφιλέστατε.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ὧ του παραδόξου θαύματος! Τὰ τοῖς ἀνθρώποις κρυπτὰ διοράσει ἐξήλεγχες, καὶ προφήτης γέγονας τῶν μελλόντων, πανόσιε. Τερατουργίαις πλείσταις ἐξέπληττες, καὶ τῶν δαιμόνων πλάνας διέλυες· νόσους δ’ ἰώμενος, ἀσθενούντων γέγονας καταφυγή, κλονουμένων στήριγμα, θεοχαρίτωτε.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ

Ὧ τοῦ παραδόξου θαύματος! Πῶς τοῦ υἱοῦ τῆς βροντῆς εἰς τὰ ὕψη ἐλήλυθας, καὶ ἀποκαλύψεων τῶν ἐκείνου ηὐτύχησας; Χερουβικὴς ἀπέλαυσας γνώσεως, ἱερουργῶν πιστῶς τὴν ταπείνωσιν. Θείας ἐδέχου σὺ ἐπισκέψεις, ὅσιε, φωτοειδὼς λαμπῶν ἐν τῇ κλίνῃ σου, μακαριώτατε.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὧ τοῦ παραδόξου θαύματος! Τῶν μυστηρίων Χριστοῦ παραδόξως μετέσχες σύ, εἰ καὶ εὑρισκόμενος τοῦ ναοῦ πόρρω ὅσιε, χερσὶν ἀγγέλων ὄντως δεχθεὶς ἐν σοὶ τὸν Θεῖον ἄνθρακα, ἱερώτατε. Ὅθεν ἐξέστησαν οἱ συνόντες τότε σοι τῇ μυστικῇ, θείᾳ κοινωνίᾳ σου, Θεὸν δοξάζοντες.

Δόξα Πατρί…Ἦχος πλ. α’.

Ὅσιε πάτερ, θείαν κλῆσιν δεξάμενος, σὴν βιοτὴν ἐν ἀγῶσι καὶ πένθει ἥνυσας, ὁρῶν πρὸς πατρίδα τὴν ἄνῳ. Καί, ταπεινώσει πολλή, ὑψωθείς, χαρισμάτων ἀπέλαυσας πλῆθος, πάθη καὶ νόσους ἰώμενος. Προφητικὰς ἀποκαλύψεις ἐδέξω, καί, διοράσει, μυστήρια δηλῶν, τρανὼς πάντας ἐξέπληττες. Ἂλλ’ ὢ Πορφύριε, ὁσίων κλέος καὶ ἁγίων σύσκηνε, σὺν αὐτοῖς Χριστὸν δυσώπει, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν… Θεοτοκίον.

Μακαρίζομεν σέ, Θεοτόκε Παρθένε, καὶ δοξάζομεν σέ, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη

Δόξα σοι τῷ δείξαντι τὸ φῶς, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου (γ').
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ,
Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (γ').
Δόξα... Καὶ νῦν... Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ἀπολυτίκιον 
ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ
Ἀπολυτίκιον τοῦ Ὁσίου Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Ἰχνηλάτης τῶν πάλαι πατέρων γέγονας, Ἁγιωνύμου τοῦ Ὄρους ἀσκήσας Σκήτῃ σεπτῇ, Τριάδος τῆς Ζωαρχικῆς, τῶν Καυσοκαλυβίων, ἄβυσσος θείων δωρεῶν, λυτήρ δεινῶν ἀσθενειῶν, ἐδείχθης ὦ θεοφόρε. Πορφύριε οἰκουμένης, πάσης, ποιμήν ἡμῶν καί στήριγμα.

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τῆς Εὐβοίας τὸν γόνον, πανελλήνων τὸν Γέροντα, τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Διαμονώντας γὰρ λυτρούται, καὶ ἀσθενεῖς ἰαταὶ πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πᾶσιν ἰάματα.

Ἦχος..πλ…δ’ 

Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Zώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα, ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος, διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Κοντάκιον Προεόρτιον Ἦχος γ’

Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
Τρισάγιον

Ἀπόστολος

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα .

Ἀδελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες΄ ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν΄ πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. ῾Ο δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν ᾽Ιησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ ᾽Ιησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Ἀλληλούϊα (γ’) Ἦχος α΄
Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών.
Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν. (Λκ. ϛ΄ 17-23).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
Καραδῆμος Εὐάγγελος Χρ. (Θεολόγος Φιλόλογος)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου