Άγιε του Θεού, πρέσβευε υπέρ ημών.
Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Θείων ἔργων σου, τὴ δαδουχία, λαμπρυνόμενος, τὴ διάνοια, διακρίσεως φωστὴρ ὤφθης ἄδυτος, διασκεδάζων παθῶν τὴν σκοτόμαιναν, καὶ καταυγάζων ἠμῶν τὰ νοήματα. Ποιμὴν Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Ἦχος δ’.
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας· καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν, Ποιμὴν Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῶν λαμπρῶν ἀγώνων σου, Ὅσιε Πάτερ, ἡ ἁγία σήμερον, ἐπέστη μνήμη τὰς ψυχάς, τῶν εὐσεβῶν κατευφραίνουσα, Ποιμὴν θεόφρον, Πατὴρ ἡμῶν Ὅσιε.
Κάθισμα
Ἦχος γ’. Θείας πίστεως.
Ποιμαινόμενος ὑπὸ Κυρίου, τούτου πρόβατον, ὡράθης πρᾶον, ἐναντίους λύκους μάκαρ τροπούμενος, καὶ ἐκτελέσας τὸν θεῖον ἀγώνά σου, πρὸς τὴν οὐράνιον μάνδραν ἐσκήνωσας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου