Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Τετάρτη 28 Ιανουαρίου 2015

Όσιος Εφραίμ ο Σύρος

Όσιε του Θεού Εφραίμ, πρέσβευε υπέρ ημών.
Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τό ἄγονον ἐγεώργησας· καί τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατόν τούς πόνους ἐκαρποφόρησας· καί γέγονας φωστήρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν, Ἐφραίμ Πατήρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον 
Ἦχος γ’. Θείας πίστεως.
Ρεῖθρον ἄυλον, ἐν τὴ ψυχή σου, τὸν ζωήρρυτον, πλουτήσας φόβον, κατανύξεως κρατὴρ ἀναδέδειξαι, ὅθεν ἠμᾶς πρὸς ἠθῶν τελειότητα, τοὶς 
ἱεροίς σου ρυθμίζεις διδάγμασιν. Ἐφραὶμ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος β’. Τά ἄνω ζητῶν.
Τήν ὥραν ἀεί, προβλέπων τῆς ἐτάσεως, ἐθρήνεις πικρώς, Ἐφραίμ δάκρυα κατανύξεως· πρακτικός δέ γέγονας, ἐν τοῖς ἔργοις διδάσκαλος ὅσιε· ὅθεν Πάτερ παγκόσμιε, ῥαθύμους ἐγείρεις πρός μετάνοιαν.
Κάθισμα
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν θησαυρὸν τῆς σοφίας τῶν μυστηρίων Χριστοῦ, τὸν κρατῆρα τὸν θεῖον τῆς κατανύξεως, ἀνυμνήσωμεν πιστοί, ἐν τῇ μνήμῃ αὐτοῦ· φερωνύμως γὰρ ἀεί, τὰς καρδίας τῶν πιστῶν, εὐφραίνει ἔπεσι θείοις, Ἐφραίμ, ὡς πράκτωρ καὶ μύστης, τῶν τοῦ Κυρίου ἀποκαλύψεων.




Ιερά Μονή Οσίου Εφραίμ του Σύρου 
στην Κονταριώτισσα (Κατερίνη).
Κάντε κλικ στην εικόνα για να επισκεφτείτε την ιστοσελίδα της μονής.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου