Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Τρίτη 5 Μαΐου 2015

Άγιος Ιωάννης ο Θεολόγος

Άγιε Απόστολε Ιωάννη, αγαπημένε του Χριστού μαθητά, πρέσβευε υπέρ ημών των αμαρτωλών.
Ἀπολυτίκιον 
Ἦχος β’.
Ἀπόστολε Χριστῷ τῷ Θεῷ ἠγαπηπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον, δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος· ὃν ἱκέτευε, Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος β’. Αὐτόμελον.
Τὰ μεγαλεῖά σου Παρθένε, τὶς διηγήσεται; βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς θεολόγος καὶ φίλος Χριστοῦ.
Ὁ Οἶκος
Ὕψη οὐράνια ἐκμανθάνειν, καὶ θαλάσσης τὰ βάθη ἔρευναν, τολμηρὸν ὑπάρχει καὶ ἀκατάληπτον, ὥσπερ οὖν ἄστρα ἑξαριθμῆσαι, καὶ παράλιον ψάμμον οὐκ ἔστιν ὅλως, οὕτως οὔτε τὰ τοῦ Θεολόγου εἰπεῖν ἱκανόν, τοσούτοις αὐτὸν στεφάνοις ὁ Χριστός, ὃν ἠγάπησεν ἔστεψεν! οὗ τῷ στήθει ἀνέπεσε, καὶ ἐν τῷ μυστικῷ δείπνῳ συνειστιάθη, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου