Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Τετάρτη 15 Απριλίου 2015

Άγιος Γρηγόριος ο Παλαμάς Αρχιεπίσκοπος Θεσσαλονίκης, ο Θαυματουργός

Άγιε του Θεού, πρέσβευε υπέρ ημών των αμαρτωλών.
Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ὀρθοδοξίας ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, τῶν Μοναστῶν ἡ καλλονή, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος, Γρηγόριε θαυματουργέ, Θεσσαλονίκης τὸ καύχημα, κῆρυξ τῆς χάριτος, ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸ πολύφωνον στόμα τῆς θείας χάριτος, τῶν Ὀρθοδόξων δογμάτων τὴν ἀληθῆ θησαυρόν, ἀνυμνοῦμέν σε πιστῶς Πάτερ Γρηγόριε· τῆς Ἐκκλησίας γὰρ φωστήρ, ἀνεδείχθης φαεινός, καὶ κλέος Θεσσαλονίκης· ἥτις ἐν σοὶ καυχωμένη, λαμπρῶς γεραίρει τοὺς ἀγῶνάς σου.
Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον Θεολογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα Ἀνυμνοῦμέν σε Γρηγόριε θεορρῆμον. Ἀλλ’ ὡς νοῦς νοΐ τῷ πρώτῳ παριστάμενος, Πρὸς αὐτὸν τὸν νοῦν ἡμῶν Πάτερ ὁδήγησον, Ἵνα κράζωμεν, χαῖρε κῆρυξ τῆς χάριτος.
Ἕτερον Κοντάκιον
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Θεσσαλονίκη ἡ περίβλεπτος πόλις, τὴν σὴν ἁγίαν ἑορτάζουσα μνήμην, πρὸς εὐφροσύνην συγκαλεῖται ἅπαντας· ταύτης ποιμενάρχης γάρ, θεοφόρος ἐδείχθης, καὶ σοφὸς διδάσκαλος, Ἐκκλησίας ἁπάσης· χαριστηρίους ὅθεν σοι ᾠδάς, ᾄδομεν πάντες, Γρηγόριε μέγιστε.
Μεγαλυνάριον
Χαίροις Ἐκκλησίας λαμπρὸς φωστήρ, καὶ Θεσσαλονίκης, ποιμενάρχης θεοειδής· χαίροις τοῦ ἀκτίστου, φωτὸς ὄργανον θεῖον, καὶ θεολόγων στόμα, Πάτερ Γρηγόριε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου