Ἀρχίζουμε τὶς Ἐωθινὲς προσευχὲς ὅπως στην ἀρχή. Καὶ τελειώνουμε μὲ τὴν εὐχὴ πρὸ τῆς ἐνάρξεως τῆς Θ. Λειτουργίας.
Κύριε Ἰησοῦ Χριστέ, ὁ οἰκτίρμον καὶ ἐλεῆμον πᾶσι τοῖς ἀληθῶς ἐπικαλουμένοις σέ, σοῦ δέομαι καὶ σὲ ἱκετεύω. ἀξίωσον μέ, ἵνα μετὰ σπουδαίας κατανύξεως, ἀγάπης, φόβου θείου καὶ πάσης προσοχῆς καρτερήσω ἕως τέλους τῆς θείας Λειτουργίας καὶ εἰς ἀκρόασιν τῶν ζωοποιῶν Μυστηρίων σου, ἐν συντετριμμένῃ καρδία καὶ πνεύματι ταπεινώσεως. Ναὶ Κύριε, ἐπάκουσον τῆς ταπεινῆς μου δεήσεως καὶ δώρησαί μοι ἄφεσιν τῶν πολλῶν μου πλημμελημάτων. Σῦ γὰρ εἶπας, Δέσποτα, τὸν ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβάλω ἔξω. ὅτι μόνος εὐλογημένος ὑπάρχεις εἰς τοὺς αἰῶνας. Ἀμήν.
Καὶ ἡ συνέχεια στην Ἐκκλησία.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου