Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Τρίτη 27 Ιανουαρίου 2015

Προσευχή - ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε Παράκλητε... Τὸ τρισάγιο, Πάτερ ἡμῶν... τὸν Ν' ψαλμό, καὶ οἱ Βραδυνὲς προσευχὲς τῆς Τρίτης.
Κύριε, ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σοῦ, ἐν τῷ ἐπικαλεῖσθαι ἡμὰς τὸ ἅγιον ὄνομά σου, καὶ μὴ καταισχύνῃς ἡμὰς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα. καὶ ἀξίωσον ἡμὰς ἀγαπᾶν, καὶ φοβεῖσθαι σὲ ἐξ ὅλης τῆς καρδίας ἡμῶν, καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπας Θεὸς ὑπάρχεις, καὶ σοὶ τῇ δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεῦμά τι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἄλλη εὐχή.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμάς. Εὐλογητὸς εἰ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμάς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἰ Κύριε, δίδαξον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἰ, Δεσπότα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἰ 'Αγιέ, φώτισον μὲ τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸ αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ὑπὲρ τοῦ κόσμου.

Ὁ Θεός, ὁ Θεός: ἔτι καὶ ἔτι δέομαι σοῦ, μνήσθητι, Κύριε, χάριτι θείᾳ προσέχων σοὶ πλεόντων, ὁδοιπορούντων, νοσούντων καμνώντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν προμήθειαν ποίησον. Μνήσθητι, Κύριε, χήρων, ὀρφανῶν, ξένων, προσηλύτων, παροίκων, πεινώντων, δειψώντων τὸ ἔλεός σου τὸ πλούσιο καὶ θειότατον. Μνήσθητι, Κύριε, τῶν ἐν φυλακαῖς, ἐν δεσμοῖς, ἐν ἀνάγκαις, ἐν ὀδυρμοῖς, ἐν στενοχωρίαις, καὶ πάντων τῶν ἐν καμάτῳ τοῖς νόσοις καμνόντων. μέγα ἔλεος κυκλώσει αὐτούς, φιλάνθρωπε. Μνήσθητι, Κύριε, θλιβομένων, πεῖραζομένων, στενοχωρουμένων καὶ πάντωντων ἐν ὀδύναις χαλεπαῖς κατατρυχωμένων. ἔκχυσον σταλαγμὸν ἡδονῆς εἰς καρδίας αὐτῶν τοῦ ἁγίου καὶ ζωοποιοῦ σοῦ Πνεύματος, ἵνα γλυκαζόμενοι, ἡδυνόμενοι, δοξάζωσι τὴν σὴν ἀγαθότητα, καὶ μὴ ἐν τῇ βλασφημίᾳ φθείρονται.

Κύριε, ῥυσαὶ μὲ ἀπὸ τῆς καταλαλιᾶς, τῆς κατακρίσεως, τῆς ἀργολογίας, τοῦ ψεύδους.

Εἰς χεῖράς σου Κύριε, παρατίθημι τὴν ψυχὴν καὶ τὸ σῶμα. Αὐτὸς μὲ ἐλέησον καὶ διαφύλαξον καὶ ζωὴν αἰώνιον χάρισαί μοι. Ἀμήν.

Δι’ εὐχῶν...

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου