Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Τρίτη 16 Δεκεμβρίου 2014

Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Πολλοῖς συνεχόμενος ἀλγεινοῖς, πρός ὑμᾶς ἐνθέρμως, καταφεύγων ἐκδυσωπῶ, ταῖς πρός τόν Θεόν ὑμῶν πρεσβείαις, τούτων μέ τάχος, Ἀνάργυροι ρύσασθε.
Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών
Παθῶν καταφλέγει μου φλόξ δεινή, Ἀνάργυροι θεῖοι, τήν καρδίαν καί τήν ψυχήν, ταχέως οὔν ταύτην ἱκετεύω, ταῖς ὑμετέραις δεήσεσι σβέσατε.
Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών
Νοσῶν πλείστοις πάθεσι χαλεποῖς, πολλῶν ἐκ πταισμάτων, τῷ φαρμάκω τῶν δραστικῶν, ὑμῶν πρεσβειῶν πρός τόν Δεσπότην, ἐκλιπαρῶ ἰαθῆναι, Ἀνάργυροι.
Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών
Προστασίαις ταῖς θείαις ὑμῶν, Ἀνάργυροι ρύσασθε, ἐμέ τόν ἐν ζάλη καί τρικυμίαις τοῦ βίου ἐγκυματούμενον, ὑμᾶς γάρ εὕρηκα, μετά Θεόν κυβερνήτας, πρός λιμένα ἄσυλον καί ἀχείμαστον.
Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών
Ἱκετεύω ἐν πόθω τήν τῆς ψυχῆς κάκωσιν, καί τάς σαρκικᾶς ἀσθενείας μου ἰατρεύσατε, ὑμεῖς γάρ πάνσεπτοι, τόν τῶν ψυχῶν καί σωμάτων, ἰατρόν τόν Πάνσοφον ἐμιμήσασθε.
Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών
Χαλεπαῖς ἀρρωστίαις καί τακτικοῖς πάθεσιν, ὄλω καθ’ ἑκάστην, Ἀνάργυροι, τηκομένω μοί, ταῖς πρός τόν Κύριον, ὑμῶν ἐνθέρμοις πρεσβείαις, φάρμακα δωρήσασθε ἀλεξίπονα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου