Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Τετάρτη 3 Δεκεμβρίου 2014

Παράκλησις Ὁσίας ΜΑΡΙΝΗΣ τῆς Ραϊθώ, Φωτίου τινος

Εὐλογήσαντος τοῦ Ἱερέως, ἀρχόμεθα τοῦ ῬΜΒ΄ Ψαλμοῦ. Εἰς δὲ τὸ Θεὸς Κύριος, τὸ Κάθισμα. Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Προσκαταφεύγομεν τῇ σῇ προστασίᾳ, καὶ σὴν ἀντίληψιν αἰτούμεθα πόθῳ, δαυϊτικῶς ἑκάστοτε κραυγάζοντες· Πάριδε τὰ πταίσματα, ταῖς λιταῖς σου Μαρίνα, τῶν μνημονευόντων σου, καὶ τὴν χάριν παράσχου, ὅτι παρίστασαι τῷ θρόνῳ τοῦ Θεοῦ, ἀκαταπαύστως Αὐτὸν ἱκετεύουσα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...
Ὁ Ν΄ Ψαλμός.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Θερμῶς ἱκετεύω σὲ Μῆτερ Μαρίνα. Φωτίου.
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θαμβούμενος Μῆτερ τῷ σῷ φωτί, προσέρχομαι πίστει καὶ αἰτοῦμαι καταλλαγήν, παθῶν πειρασμῶν καὶ ἀλγηδόνων, τῶν κατ’ ἐμοῦ κινουμένων πρεσβείαις σου.
Ἐκ πάσης κακίας τοῦ δυσμενοῦς, βουλῆς ἀλλοτρίου καὶ φλογώσεως τοῦ πυρός, διάσωζε πάντοτε Μαρίνα, τῶν Ὀρθοδόξων πιστῶν συστήματα.
Ῥεόντων τὸ χαῦνον καὶ εὐπειθές, ἀπὸ τῆς ψυχῆς μου διασκέδασον σαῖς εὐχαῖς, καὶ μέτοχον ποίησόν με δόξης, τῶν ἐν Χριστῷ σεσωσμένων πανένδοξε.
Θεοτοκίον.
Μωσῆς κατενόησεν ἐν Σινᾷ, καὶ βάτῳ πυρίνῳ Θεοτόκε τὰ θαυμαστά, δι’ ὧνπερ βραβεύεις ἀριδήλως, τοὺς προσκυνοῦντας ἐν πόθῳ τὸν Τόκον Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
ᾨκοδόμησον Μῆτερ τῷ θεμελίῳ τῆς πίστεως, Ἅγιον Ναὸν τοῦ Κυρίου τὴν παναθλίαν μου, καὶ ῥυπωθεῖσαν ψυχήν, ὑπὸ παντοίας κακίας, καὶ ἐχθροῦ κακώσεως τοῦ παναλάστορος.
Σωτηρίας κατ’ ἄμφω τὸ γλυκερὸν δώρησαι, νᾶμα τοῦ Κυρίου Μαρίνα καὶ ποθεινότατον, οὐ γὰρ τὸ ἄντλημα, ἐγὼ ὁ τάλας κατέχω, ἀλλὰ τὴν ἐλπίδα μου σοὶ ἀνατίθημι.
Ἱμερτῶν χαρισμάτων ἡ παροχὴ γέγονας, καὶ ἁγιασμὸν μεταδίδεις τοῖς σὲ γεραίρουσιν, ἔχεις τὸ δύνασθαι, πάντας πλουτίζειν Μαρίνα, τοὺς γὰρ σοὶ προστρέχοντας πόθῳ ἑκάστοτε.
Θεοτοκίον.
Κολακείας Βελίαρ τῆς πονηρᾶς Δέσποινα, καὶ τῶν ψυχοφθόρων παγίδων ἀλεξιτήριον, καὶ ἀμυντήριον, τὸ ἀῤῥαγὲς πέλεις πάντων, τῶν παρακαλούντων Σε ἐν περιστάσεσι.
Διάσωσον, ἀπὸ παγίδων καὶ θλίψεων καὶ κινδύνων, τοὺς αἰτοῦντας πανευλαβῶς Μαρίνα πρεσβείαις σου, τὴν χάριν τὴν ἄνωθεν καθ’ ἑκάστην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ...
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ποικίλων παθῶν τὴν ῥῶσιν ἐν τῷ Πνεύματι, καὶ λύσιν κακῶν Μαρίνα ταῖς πρεσβείαις σου, ἀριδήλως πάνσεπτε, ἀναβλύζεις ἑκάστῳ τῷ πάσχοντι, καὶ προσδραμόντι σοὶ εὐλαβικῶς, καὶ σὴν ἐξαιτοῦντι τὴν ἀντίληψιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εὐφροσύνως βοῶμέν σοι, εὐχαριστηρίους ὕμνους οἱ δοῦλοί σου, λυτρωθέντες ἐκ τοῦ δράκοντος, τῇ ἐπιστασίᾳ σου πανθαύμαστε.
Τῆς φθορᾶς με ἀπάλλαξον, τῆς κατερχομένης καὶ ἀπροσμάχητον, προσβολῆς ἀπὸ τοῦ ὄφεως, Μῆτερ διατήρησον τὸν δοῦλόν σου.
Ἐν θαλάσσῃ μὲ πλέοντα, καὶ ἐν δυσχερείαις πολλαῖς διάγοντα, ταῖς πρεσβείαις σου μοὶ πάρεσον, καὶ ἐκ τοῦ βορβόρου ἐξανάστησον.
Θεοτοκίον.
Ὑπερτέρα τῆς κτίσεως, οὖσα Θεοτόκε ἅπαν ἀνθρώπινον, πρὸς τὴν ἄνωθεν λαμπρότητα, μητρικαῖς λιταῖς Σου ὑπερύψωσον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ τοῦ σατάν, τὰ πειράγματα νικήσασα, οὕτω κἀμοὶ Μαρίνα τῷ ταπεινῷ, τοῦ πολεμίου τὰ πειράγματα κατάστειλον.
Σώματος Χριστοῦ, μέλος ἔνδοξον κατάστησον, τὸν ῥυπωθέντα ὅλον με ἵνα γνῶ, τῶν λυτρωθέντων ποθεινὴν μακαριότητα.
Εὔφορον ἀγρόν, χερσωθέντες σὲ ἀνεύρομεν, διὸ προθύμως καταφεύγομεν, ἐν σοὶ ἐπιζητοῦντες, εὐφορίας τὰ πλουτίσματα.
Θεοτοκίον.
Μήτηρ τῆς ζωῆς, καὶ βροτῶν ἡ ἐπανόρθωσις, τῶν δεομένων Σου ὑπάρχεις καὶ τρυφή, τῶν προσιόντων Σοι Παρθένε Παναμώμητε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡ ἔρημος, Ῥαϊθοῦ σεμνύνεται, καὶ ἐν σοὶ ἀγαλλομένη καυχᾶται, ὅτι τὴν σήν, κεκτημένην πρεσβείαν, τὰ πονηρὰ ἀπελαύνει στρατεύματα, καὶ χάριτας πανσωστικάς, ἐκ λειψάνων σου Μῆτερ ἀρύεται.
Ταλαίπωρος, ἁμαρτίας μέτοχος, καὶ τὸ ὄνειδος Κυρίου ὑπάρχω, ἀλλὰ θαῤῥῶ, ὡς στρουθίον Μαρίνα, καὶ τὰς ἐλπίδας εἰς σὲ ἀνατίθημι, κραυγάζων σοι πανευλαβῶς, ἐν τῇ πέτρᾳ τῆς πίστεως στήριξον.
Ἐτύφλωσα, τῆς ψυχῆς τὰ ὄμματα, ἐν τοῖς ἔργοις τῶν ποικίλων παθῶν μου, ὅθεν θερμῶς, τὰς εὐχάς σου αἰτοῦμαι, ὡς ῥιζοτόμος παθῶν ἀκριβέστατος, Μαρίνα πέλεις καὶ χαρᾶς, φυτουργὸς τῆς ἀλήκτου τοῖς δούλοις σου.
Θεοτοκίον.
Ῥυσθῆναί με, ἐκ παντοίας θλίψεως, καὶ τοὺς αὔλακας ψυχῆς μου πληρῶσαι, θεοτικοῦ, ταῖς πρεσβείαις Σου μύρου, Παρθενομῆτωρ Θεόνυμφε δέομαι, πολὺ γὰρ δέησις Μητρός ἐξισχύει ἑκάστοτε Δέσποινα.
Διάσωσον, ἀπὸ παγίδων καὶ θλίψεων καὶ κινδύνων, τοὺς αἰτοῦντας πανευλαβῶς Μαρίνα πρεσβείαις σου, τὴν χάριν τὴν ἄνωθεν καθ’ ἑκάστην.
Ἄχραντε...
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Δεδιωγμένων θερμὸν καταφύγιον, καὶ θλιβομένων σεπτὸν παραμύθιον, Μαρίνα ἐσχάτοις ἀναδέδειξαι, διὸ πρὸς σὲ καταφεύγομεν, πάντοτε πλουσίως λαμβάνοντες δωρήματα.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τὴν φωνὴ τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθηνε τὰ διαβήματά μου.
Εὐαγγέλιον κατὰ Ματθαῖον· τῶν 10 Παρθένων.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις, Ἐλεήμων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμων...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεήμων, ἐλέησόν με ὁ Θεός...
Βίον διανύσαντες, ἁμαρτιῶν πεπλησμένον, καὶ ὐπὸ τοῦ δράκοντος, πειρασμῶν κινδύνων τε πάντων ἔμπλεων, εὐλαβῶς κράζομεν, πανοσία Μῆτερ, μὴ παρίδης τοὺς προστρέχοντας, ἐπὶ τῇ σκέπῃ σου, καὶ τοὺς ἐξαιτοῦντας τὴν χάριν σου, ἀλλὰ ταχὺ ἐπάκουσον, καὶ τὸ τοῦ συμφέροντος ποίησον, ἵνα σοῦ τὴν δόξαν, τοῖς ἅπασιν κηρύξωμεν ἡμεῖς, οἱ σεσωσμένοι πρεσβείαις σου, πρὸς τὸν Ὑπεράγαθον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μακαρίας τυχεῖν με τῆς ζωῆς ἱκετεύω καὶ ἐκλυτρώσεως, ἐκ πάσης ἐπηρείας, πρεσβείαις σου Μαρίνα, ἵνα κράζω λυτρούμενος· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀκολάστως τὸν βίον ὁ ταλαίπωρος δοῦλος κατεδαπάνησα, διὸ παρακαλῶ σε, Μαρίνα σοῦ τὴν χεῖραν, τῷ σῷ δούλῳ ἐξέτεινον, καὶ ἐκ βυθοῦ με κακῶν, ἀνάγαγε Ὁσία.
Ῥαθυμίας τὴν ζάλην, καὶ ἀχλὺν ἁμαρτίας ἀποδιάλυσον, τῶν πόθῳ προσκυνούντων, λειψάνων σου τὴν θήκην καὶ βοώντων τοῖς ἄσμασιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἰατρεύεις τὰς νόσους καὶ βραβεύεις τοῖς πᾶσι Θεοχαρίτωτε, τὴν ἴασιν πλουσίως, παντοίων νοσημάτων καὶ εἰρήνην τὴν ἄνωθεν, διὸ τὸ χαῖρε πιστῶς, βοῶμέν Σοι Παρθένε.
ᾨδή η΄. Τὸν Βασιλέα.
Νίκας παράσχου, τοῖς τὸν ἐχθρὸν πολεμοῦσι, καὶ βοήθησον αὐτοῖς ἐν τοῖς κινδύνοις, καὶ τροπαιοφόρους, ἀνάδειξον Μαρίνα.
Ἀπὸ καρδίας, εὐλαβικῶς σοὶ βοῶμεν, λυτρωθέντες σοι Μαρίνα πανοσία· χαῖρε προστασία, ἡ ἄμαχος καὶ θεία.
Φωτὶ ἀΰλῳ, ἀμαυρωθεῖσα καρδίας, καταφώτισον καὶ σκότος τῆς πλάνης, ἀπὸ τοὺς σοὺς δούλους, ἐκδίωξον ταχέως.
Θεοτοκίον.
Ὤ Θεοτόκε, τὴν ἰατρείαν παράσχου, τοῖς κακῶς ὐπὸ δαιμόνων ἀσθενοῦσι, ἵνα τῷ Υἱῷ Σου, δοξάζωμεν ἀπαύστως.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τυφλῶν ἡ δαδουχία, καὶ φωτοχυσία, Μαρίνα πάνσεμνε πέλεις σῇ χάριτι, καὶ ἡ ἀνάβλεψις τῶν προσιόντων σοι.
Ἰθύνουσα τὴν τρίβον, πρὸς τὴν σωτηρίαν, καταδιώκεις ἠμῶν ὀλισθήματα, καὶ κατευθύνεις πρὸς χώραν τὴν ἄληκτον.
Ὁμόνοιαν εἰρήνην, καὶ ἀγαθωσύνην, παντὶ τῷ κόσμῳ Μαρίνα κατάπεμψον, καὶ σωτηρίας τυχεῖν καταξίωσον.
Θεοτοκίον.
Ὑψίστου ὤφθης Μήτηρ, Πάναγνε Παρθένε, καὶ μεσιτεία ὑπὲρ τῶν τιμώντων Σε, τῇ φιλοστόργῳ Ἁγνὴ ἀντιλήψει Σου. 
Ἄξιόν ἐστι... καὶ τὰ Μεγαλυνάρια.
Χαῖρε τῆς Τριάδος θεραπαινίς, καὶ τῆς σωτηρίας χαῖρε σκεῦος τῆς ἐκλογῆς, πάνσεπτε Μαρίνα, καὶ πάντων Μοναζόντων, ὀξεία προστασία καὶ ἡ βοήθεια.
Χαῖρε τῆς ἀσκήσεως ὁ κανών, ὁ δεδοξασμένος καὶ χαρίτων τῶν μυστικῶν, θήκη πεπλησμένων, Χριστοῦ τῇ εὐδοκίᾳ, ὡράϊσμα Παρθένων τὸ πολυτίμητον.
Χαῖρε τῇ ἀθλήσει σου Ῥαϊθῷ, καὶ πανηγυρίζει, κεκτημένη σε βοηθόν, καὶ συναντιλήπτωρ, σὺν πᾶσι τοῖς Ἁγίοις, ἐν θλίψεσι ποικίλαις καὶ περιστάσεσι.
Καύχημα ἐρήμου τῆς Ῥαϊθοῦ, θεία ἐπομβρία πεπλησμένον τοῦ νοητοῦ, μύρου ἐν ἐσχάτοις, ἐπέφανες Μαρίνα, καὶ χάριτος δοχεῖον τὸ ἐπουράνιον.
Νύμφη πανοσία τοῦ Ἰησοῦ, δέξαι τὰς αἰτήσεις τῶν βοώντων μετὰ κλαυθμοῦ, ἄκουσον δεήσεις, τῶν δούλων σου Μαρίνα, καὶ ταύτας τῷ Κυρίῳ ταχὺ προσάγαγε.
Πάντοθεν κυκλούμενος πειρασμοῖς, πάντοτε προσφεύγω καὶ αἰτοῦμαι τὴν σωστικήν, Μῆτερ τὴν πρεσβείαν, καὶ τὴν ευεργεσίαν, γινώσκω γὰρ σὲ μέγα τὸ καταφύγιον.
Τὸ Τρισάγιον καὶ τὰ συνήθη Τροπάρια.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς· Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πᾶσαι, αἰ χορείαι τῶν πιστῶν, σοὶ προσκαταφεύγουσι Μῆτερ, καὶ εὐλαβείᾳ πολλῇ, δάκρυα προχέουσι ἐπιζητοῦσαι θερμῶς, τὴν καλὴν μεσιτείαν σου, καὶ τὴν ἱκεσίαν, πρὸς τὸν Ἀρχιποίμενα καὶ Ζωοδότην Χριστόν, ὅτι, ἡ ἐπίκουρος πάντων, τῶν ἐν ἀσθενείαις κειμένων, καὶ τῶν ἐν κινδύνοις πέλεις πάνσεμνε.
Δι’ εὐχῶν…

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου