Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Δευτέρα 25 Αυγούστου 2014

Χαῖρε, Νύμφη ἀνύμφευτε

Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ· 
χαῖρε, αὐλὴ λογικῶν προβάτων. 
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον· 
χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον. 
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῆ· 
χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς. 
Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα· 
χαῖρε, τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος. 
Χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα· 
χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα. 
Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ ᾍδης· 
χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου