Ἐλθὲ τὸ φῶς τὸ ἀληθινὸν,
ἐλθὲ ἡ αἰώνιος ζωὴ,
ἐλθὲ τὸ ἀποκεκρυμμένον μυστήριον,
ἐλθὲ ὁ ἀκατονόμαστος θησαυρὸς,
ἐλθὲ τὸ ἀνεκφώνητον πρᾶγμα,
ἐλθὲ τὸ ἀκατανόητον πρόσωπον,
ἐλθὲ ἡ ἀΐδιος ἀγαλλίασις,
ἐλθὲ τὸ ἀνέσπερον φῶς,
ἐλθὲ πάντων τῶν μελλόντων σωθῆναι ἡ ἀληθινὴ προςδοκία,
ἐλθὲ τῶν κειμένων ἡ ἔγερσις,
ἐλθὲ τῶν νεκρῶν ἡ ἀνάστασις,
ἐλθὲ ὁ ἀόρατος καὶ ἀναφὴς πάντῃ ἀψηλάφητος, ἐλθὲ ὁ ᾀεὶ μένων ἀμετακίνητος καὶ καθ᾿ ὥραν ὅλος μετακινούμενος καὶ ἐρχόμενος πρὸς ἡμᾶς τοὺς ἐν τῷ ᾅδη κειμένους, ὁ ὑπεράνω πάντων τῶν οὐρανῶν, ἐλθὲ τὸ περιπόθητον ὄνομα καὶ θρυλούμενον, λαληθῆναι δὲ παρ᾿ ἡμῶν, ὅπερ εἷς, ἢ γνωσθῆναι, ὁποῖος ἢ ποταπὸς, ὅλως ἡμῖν ἀνεπίδεκτον.
Ἐλθὲ ἡ αἰώνιος χαρὰ,
ἐλθὲ τὸ στέφος τὸ ἀμαράντινον,
ἐλθὲ ἡ πορφύρα τοῦ μεγάλου Θεοῦ καὶ βασιλέως ἡμῶν,
ἐλθὲ ἡ ζώνη ἡ κρυσταλλοειδὴς καὶ διάλιθος,
ἐλθὲ τὸ ὑπόδημα τὸ ἀπρόσιτον,
ἐλθὲ ἡ βασίλειος ἁλουργὶς καὶ αὐτοκρατορικὴ ὄντως δεξιά!
ἐλθὲ, ὃν ἐπόθησε καὶ ποθεῖ ἡ ταλαίπωρός μου ψυχὴ,
ἐλθὲ ὁ μόνος πρὸς μόνον, ὅτι μόνος εἰμὶ, καθάπερ ὁρᾷς!
ἐλθὲ ὁ χωρίσας ἐκ πάντων καὶ ποιήσας με μόνον ἐπὶ τῆς γῆς,
ἐλθὲ ὁ γενόμενος πόθος αὐτὸς ἐν ἐμοὶ καὶ ποθεῖν σε ποιήσας με, τὸν ἀπρόσιτον παντελῶς!
ἐλθὲ ἡ πνοή μου καὶ ἡ ζωὴ,
ἐλθὲ ἡ παραμυθία τῆς ταπεινῆς μου ψυχῆς,
ἐλθὲ ἡ χαρὰ καὶ ἡ δόξα καὶ ἡ διηνεκής μου τρυφή.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου