Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Δευτέρα 23 Δεκεμβρίου 2013

Σήμερον γεννάται εκ Παρθένου ο δρακί την πάσαν έχων κτίσιν ...

Σήμερον γεννᾶται ἐκ Παρθένου, ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν
Ῥάκει καθάπερ βροτὸς σπαργανοῦται, ὁ τῇ οὐσίᾳ ἀναφής.
Θεὸς ἐν φάτνῃ ἀνακλίνεται, ὁ στερεώσας τοὺς οὐρανούς πάλαι κατ' ἀρχάς.
Ἐκ μαζῶν γάλα τρέφεται, ὁ ἐν τῇ ἐρήμῳ Μάννα ὀμβρίσας τῷ Λαῷ.
Μάγους προσκαλεῖται, ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Δῶρα τούτων αἴρει, ὁ Υἱὸς τῆς Παρθένου.
Προσκυνοῦμέν σου τὴν Γένναν Χριστέ
Δεῖξον ἡμῖν καὶ τὰ θεῖά σου Θεοφάνεια.

Πηγή: proskynitis

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου