Τῶ καιρῷ ἐκείνῳ, ἠνάγκασεν ὁ ᾿Ιησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. ᾿Οψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ.
Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ ᾿Ιησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης.
Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. ᾿Αποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. ῾Ο δὲ εἶπεν, ᾿Ελθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν ᾿Ιησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ ᾿Ιησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ᾿Ολιγόπιστε! εἰς τί ἐδίστασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος· οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· ᾿Αληθῶς Θεοῦ Υἱὸς εἶ. Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.

Απόδοση σε απλή γλώσσα:
Εκεῖνο τὸν καιρό, ὁ ᾿Ιησοῦς ὑποχρέωσε τοὺς μαθητές του νὰ μποῦν στὸ καΐκι καὶ νὰ πᾶνε νὰ τὸν περιμένουν στὴν ἀπέναντι ὄχθη, ὡσότου αὐτὸς διαλύσει τὰ πλήθη. ᾿Αφοῦ τοὺς διέλυσε, ἀνέβηκε μόνος του στὸ βουνὸ νὰ προσευχηθεῖ. ῞Οταν βράδιασε ἦταν μόνος του ἐκεῖ. Στὸ μεταξὺ τὸ καΐκι βρισκόταν κιόλας στὴ μέση τῆς λίμνης καὶ τὸ παίδευαν τὰ κύματα, γιατὶ ἦταν ἀντίθετος ὁ ἄνεμος. Κατὰ τὰ ξημερώματα, ἦρθε ὁ ᾿Ιησοῦς κοντά τους περπατώντας πάνω στὴ λίμνη. Οἱ μαθητές, ὅταν τὸν εἶδαν νὰ περπατάει πάνω στὴ λίμνη, τρόμαξαν· ἔλεγαν πὼς εἶναι φάντασμα κι ἔβαλαν τὶς φωνὲς ἀπὸ τὸν φόβο τους. ᾿Αμέσως ὅμως ὁ ᾿Ιησοῦς τοὺς μίλησε καὶ τοὺς εἶπε· «Θάρρος! ᾿Εγὼ εἶμαι· μὴ φοβάστε». ῾Ο Πέτρος τοῦ ἀποκρίθηκε· «Κύριε, ἂν εἶσαι ἐσύ, δῶσε μου ἐντολὴ νὰ ἔρθω κοντά σου περπατώντας στὰ νερά». Κι ἐκεῖνος τοῦ εἶπε· «῎Ελα». Κατέβηκε τότε ἀπὸ τὸ πλοῖο ὁ Πέτρος κι ἄρχισε νὰ περπατάει πάνω στὰ νερὰ γιὰ νὰ πάει στὸν ᾿Ιησοῦ. Βλέποντας ὅμως τὸν ἰσχυρὸ ἄνεμο φοβήθηκε, κι ἄρχισε νὰ καταποντίζεται· ἔβαλε τότε τὶς φωνές· «Κύριε, σῶσε με!» ᾿Αμέσως ὁ ᾿Ιησοῦς ἅπλωσε τὸ χέρι, τὸν ἔπιασε καὶ τοῦ λέει· «᾿Ολιγόπιστε, γιατί σὲ κυρίεψε ἡ ἀμφιβολία;» Καὶ μόλις ἀνέβηκαν στὸ καΐκι κόπασε ὁ ἄνεμος. Τότε ὅσοι ἦταν στὸ καΐκι ἦρθαν καὶ τὸν προσκύνησαν λέγοντας· «᾿Αληθινά, εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ!». ᾿Αφοῦ διασχίσανε τὴ λίμνη, ἦρθαν στὴν περιοχὴ τῆς Γεννησαρέτ.
Πηγή: synodoiporia
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου