Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Τετάρτη 28 Σεπτεμβρίου 2016

Η πέτρα του Μωυσή - Όρος Σινά (27 Σεπτεμβρίου 2016)

Αρ. 20,1 Καὶ ἦλθον οἱ υἱοὶ Ἰσραὴλ πᾶσα ἡ συναγωγὴ εἰς τὴν ἔρημον Σίν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Κάδης, καὶ ἐτελεύτησεν ἐκεῖ Μαριὰμ καὶ ἐτάφη ἐκεῖ. καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ,
καὶ ἠθροίσθησαν ἐπὶ Μωυσῆν καὶ Ἀαρών. καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες· ὄφελον πεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι Κυρίου· καὶ ἱνατί ἀνηγάγετε τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν; καὶ ἱνατί τοῦτο; ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον, τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὔτε ῥοαί, οὔτε ὕδωρ ἐστὶ πιεῖν. καὶ ἦλθε Μωυσῆς καὶ Ἀαρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔπεσον ἐπὶ πρόσωπον, καὶ ὤφθη ἡ δόξα Κυρίου πρὸς αὐτούς. καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· λάβε τὴν ῥάβδον σου καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς, καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν. καὶ ἔλαβε Μωυσῆς τὴν ῥάβδον τὴν ἀπέναντι Κυρίου, καθὰ συνέταξε Κύριος, καὶ ἐξεκλησίασε Μωυσῆς καὶ Ἀαρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας καὶ εἶπε πρὸς αὐτούς· ἀκούσατέ μου, οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξε τὴν πέτραν τῇ ῥάβδῳ δίς, καὶ ἐξῆλθεν ὕδωρ πολύ, καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν. καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρών· ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραήλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν δέδωκα αὐτοῖς. τοῦτο τὸ ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου καὶ ἡγιάσθη ἐν αὐτοῖς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου