Κύριε Ιησού Χριστέ, Ελέησόν με ...

Τετάρτη, 31 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΕΣΦΑΓΜΕΝΗΣ (τῆς Ἱερᾶς Μονῆς Βατοπεδίου Ἁγίου Ὄρους)

Ἔχει τήν Εἰκόνα Σου τήν σεπτήν, τοῦ Βατοπεδίου τό σεμνεῖον ὡς θησαυρόν θεῖον, Ἐσφαγμένη, Κυρία Θεοτόκε, καί κρήνην θαυμασίων ὄντως ἀστείρευτον.
Σκότος ζοφερώτατον τῆς ὀργῆς, σκέδασον λιταῖς Σου καί ἀνάτειλον χρησαυγῆ ἥλιον εἰρήνης, Κυρία Ἐσφαγμένη, ἡμῖν τοῖς προσιοῦσι Σῶ ἐκυπώματι.

Μάνδραν περιφρούρει τήν εὐαγῆ τοῦ Βατοπεδίου, οἷαν κόσμον περικλεῆ, τήν σεπτήν πλουτοῦσαν Εἰκόνα Σου ἐν κόλποις, Παρθένε Ἐσφαγμένη, κόσμου διάσωσμα.

Δεῦτε ἀσπασώμεθα εὐλαβῶς, τήν σεπτήν Εἰκόνα Ἐσφαγμένης τῆς θαυμαστῆς, τῶν παντοίων νόσων βλυστάνουσαν ἰάσεις, ψυχῶν τε καί σωμάτων καί χάριν ἄφθονον.

Πύλας ἄνοιξόν μοι τῆς σωστικῆς μετανοίας, Κόρη, Ἐσφαγμένη θαυματουργέ, ἡ ἐκ τοῦ θανάτου τοῦ αἰωνίου πάλαι, τόν τρώσαντα βιαίως Σέ διασώσαντα.

Τρόμον ἐμποιεῖ μοι τῶ δυστυχεῖ, Ἐσφαγμένη Κόρη, τῶν αἱμάτων ἡ ἐκροή, ἐν τῆ παρειᾶ Σου καί τῆς ὀργῆς μου νέφη διώκει τά ζοφώδη, πρᾶε Μητρόθεε.

Ἡ Εἰκών τῆς Παναγίας Ἐσφαγμένης εἶναι τοιχογραφία τοῦ 14ου αἰ., εὑρισκομένη εἰς τόν Νάρθηκα τοῦ Παρεκκλησίου τοῦ ἁγ. Δημητρίου, τῆς Ἱερᾶς Μονῆς Βατοπεδίου Ἁγίου Ὄρους. Τά Μεγαλυνάρια εἶναι τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1993).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου