Κύριε Ιησού Χριστέ, Ελέησόν με ...

Τετάρτη, 17 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΚΕΡΝΙΤΣΗΣ (τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Γορτυνίας Ἀρκαδίας)

Τήν σεπτήν Εἰκόνα καί θαυμαστήν τῆς ἁγνῆς Κερνίτσης, προσκυνήσωμεν εὐλαβῶς καί ἐν κατανύξει βοήσωμεν, Παρθένε, ἡμῶν προστάτις πέλεις, φύλαξ καί πρόμαχος.
Χαίρει καί ἀγάλλεται ἡ σεπτή, τῆς Κερνίτσης μάνδρα, ὡς ἀσύλητον θησαυρόν ἔχουσα Εἰκόνα τήν Σήν, Θεογεννῆτορ, τήν βρύουσαν ἀφθόνως πᾶσιν ἰάματα.

Ἐξ ἀλωπεκίας ὑπερφυῶς ἐλυτρώσω νέον, θαυματόβρυτε Μαριάμ, ἀγλαή Κερνίτσα, τόν προσκυνήσαντά Σου ἐκτύπωμα τό θεῖον καί πανσεβάσμιον.

Ὥσπερ πάλαι ἔσωσας θαυμαστῶς, κτίστην τῆς Σῆς μάνδρας, τόν πεσόντα εἰς τόν κρημνόν, σῶσον ἐκ θανάτου τοῦ αἰωνίου πάντας, Κερνίτσα Θεοτόκε, τούς προσκυνοῦντας Σε.

Ἔχει Σε προστάτιν καί ἀρωγόν, Γορτυνία πᾶσα καί Μονή Σου ἡ ἱερά, φύλακα καί ῥύστιν ἐκ συμφορῶν παντοίων, Κερνίτσα Θεοτόκε, Μῆτερ Ἀνύμφευτε.

Πλήρου τάς αἰτήσεις διά παντός, τῶν ἀσπαζομένων Σήν Εἰνόνα τήν ἱεράν, Κεχαριτωμένη, Κερνίτσα Παναγία, καί ἀνυμνούντων πλῆθος τῶν θαυμασίων Σου.

Ἡ Εἰκών τῆς Παναγίας Κερνίτσης, φυλάσσεται εἰς τήν παρά τήν Γορτυνίαν τῆς Ἀρκαδίας ὁμώνυμον Ἱεράν Μονήν. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2000).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου