Κύριε Ιησού Χριστέ, ελέησόν με ...

Τρίτη, 16 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΔΕΜΕΡΛΙΩΤΙΣΣΗΣ (τοῦ ὁμωνύμου Ἱεροῦ Προσκυνήματος Σταυροῦ Φαρσάλων)

Τῆ ἐπισκιάσει τῆ μυστικῆ, τῆς Σῆς προμηθείας ἡ Εἰκών Σου ἡ θαυμαστή, ἅπασι παρέχει χαράν καί εὐφροσύνην, ἥν εὐλαβῶς καλοῦμεν Δεμερλιώτισσαν.
Χαῖρει Ἐλεοῦσα πᾶσα ψυχῆ, πιστῶς προσκυνοῦσα ἐν εἰκόνι τήν Σήν μορφήν, τήν δεδοξασμένην ἀΰλῳ φωταυγείᾳ καί πᾶσι χορηγοῦσαν, χάριν καί ἔλεος.

Νόσους ἀνιάτους καί χαλεπάς, Κόρη, ἐξιᾶται ἡ Εἰκών Σου ἡ ἱερά. Ὅθεν Σου τήν χάριν κηρύττομεν εὐσήμως, ὑμνοῦντές Σε Παρθένε, Δεμερλιώτισσα.

Πάσης δυσχερείας καί ἀπειλῆς, φύλαττε ἀτρώτους τῆ θερμῆ Σου ἐπισκοπῆ, Κόρη Ἐλεοῦσα, ἡμᾶς τούς ἀφορῶντας, ἐξ’ ὅλης τῆς καρδίας πρός Σέ ἑκάστοτε.

Πᾶσα Θεσσαλία μετά σπουδῆς σπεύδει, Θεοτόκε, τῶ ναῶ Σου τῶ ἱερῶ καί τήν Σήν Εἰκόνα ἐν πίστει προσκυνοῦσα, ὑμνεῖ Δεμερλιώτισσα τά Σά θαύματα.

Ἡ Εἰκών τῆς Παναγίας Δεμερλιωτίσσης, κατά τήν παράδοσιν ἔργον τοῦ Εὐαγγελιστοῦ Λουκᾶ, φυλάσσεται εἰς τό ὁμώνυμον Προσκύνημα Σταυροῦ Φαρσάλων. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1997).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου