Κύριε Ιησού Χριστέ, ελέησόν με ...

Παρασκευή, 19 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΫΠΗΚΟΟΥ (τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Μάνδρας Ἀττικῆς)

Χαῖρε τῶν Ἀγγέλων ἡ Βασιλίς, χαῖρε τῶν ἀνθρώπων καταφύγιον ἀσφαλές, χαῖρε μυστηρίον ταμεῖον ἀπορρήτων, Παρθένε Θεοτόκε, Γοργοεπήκοε.
Χαίρει ἡ Μονή Σου ἡ Ἱερά, ἔχουσα ἐν κόλποις τήν Εἰκόνα Σου τήν σεπτήν, τήν ἐκ τῶν πραγμάτων ἐπονομαζομένην, Παρθένε Θεοτόκε, Γοργοεπήκοον.

Πάντας τούς καλοῦντας Σε εὐλαβῶς, Παρθένε, προφθάνεις καί παρέχεις τοῖς ἐν δεινοῖς, τήν Σήν ὀξυτάτην βοήθειαν καί χάριν, ἐξαίρουσα κινδύνων, Γοργοεπήκοε.

Νόσους θεραπεύεις ὀδυνηράς καί τῆς ἀθυμίας ἀπελαύνεις τήν συνοχήν, τῶν καταφευγόντων τῆ σκέπῃ Σου τῆ θείᾳ καί Σέ ὑμνολογούντων, Γοργοεπήκοε.

Ὥς λυχνίαν ἔχουσα νοητήν ἡ Μονή Σου, Κόρη, τήν Εἰκόνα Σου τήν σεπτήν, χαίρει τῆ δόξῃ καί πόλις ἡ τῆς Μάνδρας, λαμπρύνεται ἀκτίσι τῶν θαυμασίων Σου.

Ὦ Γοργοεπήκοε Μαριάμ, πηγή συμπαθείας καί ἐλέους ὁ θησαυρός, δίδου τῆ ψυχῆ μου μετάνοιαν γνησίαν καί σῶσον με, Παρθένε, ἐν ὥρᾳ κρίσεως.

Ἡ Εἰκών τῆς Παναγίας Γοργοϋπηκόου, προερχομένη ἐκ Σμύρνης, φυλάσσεται εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν Μάνδρας Ἀττικῆς. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1984).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου