Κύριε Ιησού Χριστέ, Ελέησόν με ...

Παρασκευή, 19 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΚΟΡΥΦΙΩΤΙΣΣΗΣ (τῆς ἐν Καμαρίῳ Κορινθίας ὁμωνύμου Ἱερᾶς Μονῆς)

Εἰκόνι Σου τῆ θείᾳ τῆς Κορυφῆς προσπίπτωμεν, Κόρη, οἱ ἐν θλίψεσι τῆς ψυχῆς, αἰτούμενοι δι’ αὐτῆς τήν Σήν γενναῖαν καί ἀναγκαῖαν τοῖς πᾶσι ἀντίληψιν.
Ἑλλάδος ἁπάσης τήν ὁδηγόν, Γένους Ὀρθοδόξων τήν Ὑπέρμαχον Στρατηγόν, τῆς Κορυφιωτίσσης Εἰκόνα νῦν τιμῶμεν, ὡς τῆς Ἀειπαρθένου λαμπρόν ἐκτύπωμα.

Κατάπαυσον τόν τάραχον τῆς ψυχῆς τῶν δούλων Σου, Κόρη, Θεοπόθητε Μαριάμ, καί δώρησαι εἰρήνην Σοῖς ἱκέταις, ὅπως μή παύουν τοῦ μεγαλύνειν Σε.

Βάρος, Παρθένε, ἐν τῆ ψυχῆ καί ἄλγος καί πόνος ἐπιπολάζει νῦν ἐπ’ ἐμέ, Σύ ἄρον τόν ζυγόν τῆς ἁμαρτίας, ἧ ὡς μεσότοιχον τοῦ Υἱοῦ Σου χωρίζει με.

Ἡ Εἰκών τῆς Παναγίας Κορυφιωτίσσης, φυλάσσεται εἰς τήν ἐν Καμαρίῳ Κορινθίας ὁμώνυμον Ἱεράν Μονήν. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Καθηγητοῦ Ἀντωνίου Μάρκου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2011).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου