Κύριε Ιησού Χριστέ, ελέησόν με ...

Δευτέρα, 15 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΓΟΥΜΕΝΙΣΣΗΣ (τοῦ ὁμωνύμου Ἱεροῦ Προσκυνήματος Γουμενίσσης Κιλκίς)

Χαίρει Γουμενίσσης πᾶς ὁ λαός, ἔχων ἐν τῶ μέσῳ τήν Εἰκόνα Σου τήν σεπτήν, ἥν καί ὀνομάζει Γουμένισσαν, Παρθένε, καί ἐξ αὐτῆς λαμβάνει, χάριν καί ἔλεος.
Ἤνεσαν τήν δόξαν Σου εὐλαβῶς, ἡνίκα ἀνεῦρον τήν Εἰκόνα Σου τήν σεπτήν, τῶν πιστῶν οἱ δῆμοι, ἥνπερ βεβήλων χεῖρες ἐσύλησαν, Παρθένε, φθόνῳ τοῦ ὄφεως.


Ῥύεται κινδύνων παντοδαπῶν καί πάσης ἀνάγκης τόν πιστόν Σου, Κόρη, λαόν, ἡ ἐκ τῆς Εἰκόνος τῆς Σῆς βλύζουσα χάρις, διό σέ Θεοτόκε, ἀεί δοξάζομεν.

Πάλαι ἀοράτως ἡ Σή Εἰκών, ἐν τῶδε τῶ τόπῳ μετηνέχθη θείᾳ ῥοπῆ, πᾶσαν εὐλογίαν καί χάριν χορηγοῦσα, Παρθένε Θεοτόκε, τοῖς Σέ δοξάζουσι.

Ὥσπερ διεφύλαξας ἀσινῆ, πάλαι τόν λαόν Σου, ἐκ παντοίων ἐπιφορῶν, οὕτω καί νῦν, Κόρη, δεινῶν ἐπερχομένων, ἀτρώτους διατήρει, τούς Σέ δοξάζοντας.

Δίδου Γουμενίσσῃ τῆ εὐσεβεῖ, τῆ πιστῶς τιμήσῃ, τήν Εἰκόνα Σου τήν σεπτήν, πᾶσαν εὐπραγίαν, εἰρήνην καί ὑγείαν, ὡς ταύτης προστασία, Κόρη Πανάχραντε.

Ἡ Εἰκών τῆς Παναγίας Γουμενίσσης φυλάσσεται εἰς τό ὁμώνυμον Ἱερόν Προσκύνημα Γουμενίσσης Κιλκίς. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1980).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου