Κύριε Ιησού Χριστέ, Ελέησόν με ...

Δευτέρα, 15 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΠΑΝΤΩΝ ΧΑΡΑΣ (τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Καλεντζίου Κορινθίας)

Μετά τήν θ’ Ὠδήν τοῦ Μικροῦ, Μεγάλου ἤ ἄλλου Παρακλητικοῦ Κανόνος πρός τήν Ὑπεραγίαν Θεοτόκον καί ἐνῶ θυμιᾶ ὁ Ἱερεύς τό Θυσιαστήριον καί τόν λαόν, ἡμεῖς ψάλλομεν τά ἀκόλουθα Μεγαλυνάρια:
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Τήν ὑψηλοτέραν τῶν οὐρανῶν καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ κόσμου ὕμνοις τιμήσωμεν.

Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τό σῶμα, ἀσθενεῖ μου καί ἡ ψυχή. Πρός Σέ καταφεύγω τήν Κεχαριτωμένην, ἐλπίς ἀπηλπισμένων, Σύ μοι βοήθησον.

Δέσποινα καί Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις ἀναξίων Σῶν ἱκετῶν, ἵνα μεσιτεύσης πρός τόν ἐκ Σοῦ τεχθέντα, ὦ Δέσποινα τοῦ κόσμου γενοῦ μεσίτρια.

Ψάλλομεν προθύμως Σοί τήν ὠδήν, νῦν τῆ πανυμνήτῳ Θεοτόκῳ χαρμονικῶς. Μετά τοῦ Προδρόμου καί Πάντων τῶν Ἁγίων δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

Ἄλαλα τά χείλη τῶν ἀσεβῶν, τῶν μή προσκυνούντων τήν Εἰκόνα Σου τήν σεπτήν, τήν ἱστορηθεῖσαν ὑπό τοῦ Ἀποστόλου Λουκᾶ ἱερωτάτου, τήν Ὁδηγήτριαν.

Εἶτα ψάλλομεν Μεγαλυνάρια ἕτερα, ποιηθέντα εἰς τιμήν διαφόρων θαυματουργῶν τῆς Ὑπεραγίας Θεοτόκου Εἰκόνων:

ΠΑΝΑΓΙΑΣ ΠΑΝΤΩΝ ΧΑΡΑΣ 

(τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Καλεντζίου Κορινθίας)
Χαῖρει ἡ τῆς Κορίνθου θεία Μονή, ἔχουσα ἐν κόλποις τήν Εἰκόνα Σου τήν σεπτήν, ἥν καί ὀνομάζει Πάντων Χαρά Παρθένε καί ἐξ αὐτῆς λαμβάνει χάριν καί ἔλεος.
Μήτηρ τοῦ τῶν ὅλων Δημιουργοῦ πέλουσα, Παρθένε, Τοῦτον τέξασα ἐν σαρκί καί μετά τόν τόκον παρθένος φυλαχθεῖσα, διό δοξολογοῦμεν τά μεγαλεῖα Σου.

Χάριν ἡ Εἰρήνη ἡ Βασιλίς, λαβοῦσα ἐν πίστει ἐξ Εἰκόνος Σου τῆς σεπτῆς καί λύπης ῥωσθεῖσα τῆ Σῆ ἐπισκιάσει, Πάντων Χαράν προσφόρως ταύτην ὠνόμασε.

Πάντες οἱ προσπίτοντες εὐλαβῶς, Κεχαριτωμένη, τῆ Εἰκόνι Σου τῆ σεπτῆ, πάσης ἐπηρείας δαιμονικῆς λυτροῦ νται, Πάντων Χαρά ὑμνοῦντες τά Σά θαυμάσια.

Φύλαττε καί σκέπε τήν Σήν Μονήν, Πάντων Χαρά Κόρη, ἀπό πάσης ἐπιβουλῆς καί τοῖς ἐνοικοῦσιν ἐν ταύτῃ μονοτρόποις, δίδου ἀκαταπαύστως τήν Σήν βοήθειαν.

Ἴασιν λαμβάνοντες καί ἰσχύν, Πάντων Χαρά Κόρη, ἐξ Εἰκόνος Σου τῆς σεπτῆς καί λύπης τοῦ ἄχθους, Ἁγνή, τοῦ ψυχοφθόρου, ῥυόμενοι ὑμνοῦμεν τήν Σήν ἀντίληψιν.

Ἡ Εἰκών τῆς Παναγίας Πάντων Χαρᾶς, ἀναγομένη εἰς τήν περίοδον τῆς Εἰκονομαχίας, φυλάσσεται εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν Καλεντζίου Κορινθίας. Τά Μεγαλυνάρια ἐλήφθησαν ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (ἐκδόσεως Ἀρχιμανδρίτου Παντελεήμονος ΠΟΥΛΟΥ, 2005).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου