Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Δευτέρα 29 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΑΡΒΑΝΙΤΙΣΣΗΣ (Καρυές Χίου)

Χαίροις τῶν μητέρων ἡ χαρμονή, χαίροις τῶν παρθένων ἡ ὑπέρκαλλος καλλονή, χαίροις γῆς ἁπάσης καὶ Οὐρανοῦ ἡ δόξα· ὦ Δέσποινα Ἀνύμφευτε Ἀρβανίτισσα.
Ἄνθη θεοδρέπτων ὑμνωδιῶν, δῶρα ὡς εὐώδη προσενέγκωμεν οἱ πιστοί, τῇ Ἀρβανιτίσσῃ Παρθένῳ Παναγίᾳ· αὐτὴν προσυπαντῶντες ἀγαλλιώμενοι.


Ἰάσεις σωμάτων τε καὶ ψυχῶν, βλύζει ἀενάως ἡ εἰκών σου ἡ ἱερά, νῆσον δὲ τῆς Χίου πλουτεῖς ἐν εὐλογίαις· Παρθένε Ἀρβανίτισσα Θεονύμφευτε.

Ῥάβδῳ εὐστοργίας σου μητρικῆς, τρίβον εἰς εὐθείαν σωτηρίου διαμονῆς, σὺ ἐν ἀσφαλείᾳ ἰθύνεις Παναγία· ὑψοῦσα ἐκ βαράθρων ὦ Ἀρβανίτισσα.

Ὅμιλος παρθένων πανευλαβῶς, ἄθροισμα πιστῶν τε Ὀρθοδόξων πᾶσα πληθύς, λόγοις ἐγκωμίων καὶ ὕμνοις εὐαρέστως· αἰνοῦσι Παναγίαν τὴν Ἀρβανίτισσαν.

Ἴνδαλμα τῆς πλάνης τὸ εἰδεχθές, ἔῤῥιπται εἰς χάος καὶ συντέτριπται παντελῶς, σοῦ τῷ θείῳ τόκῳ καὶ κέρας ἀληθείας· ἠνόρθωται ἐνδόξως ὦ Ἀρβανίτισσα.

Σέλας ἡλιόμορφον καὶ τερπνόν, εἴδομεν Παρθένε Ἀρβανίτισσα διὰ Σοῦ, ἄρχοντα τεκοῦσα και ποιητὴν τῶν φώτων· αὐγάζεις γὰρ τοῦ κόσμου ἅπαν τὸ πλήρωμα.

Χίος μεγαλόνησος καθορᾷ, σοῦ τὴν παρουσίαν Ἀρβανίτισσαν Μαριάμ, ἅμα τε συγχαίρει τῶν Καρυῶν χωρίον· Ἑλλάς τε πᾶσα στέργει τὴν προστασίαν σου.

Ἵλαθι Παρθένε ὡς συμπαθής, βλέψον εἰς λαόν σου τὸν ἐλπιζοντα ἐπὶ σέ, δίδου σῆς προνοίας τὰς δωρεὰς ἀφθονως· καὶ σκέπε σοὺς ἱκέτας ὦ Ἀρβανίτισσα.

Ὅρμον εἰς ἀκύμαντον τοῦ Χριστοῦ, ἴθυνον σοὺς δούλους Ἀρβανίτισσα Μαριάμ, πᾶσι δὲ καρδίαν γαληνιῶσαν δίδου· καινίζουσα τὴν χάριν τὴν εἰρηνόμορφον.

Ὕψος παρθενίας σου ἐξυμνῶ, βάθος σῆς ἁγνείας Ἀρβανίτισσα εὐφημῶ, μέλπω σῶν χαρίτων τὸ πέλαγος τὸ μέγα· καὶ πλῆθος σῶν θαυμάτων τὸ ἀπροσμέτρητον.

Ἔρεισμα ἀκράδαντον τῶν πιστῶν, τεῖχος οἰκουμένης καὶ ἀπόρθητον ὀχυρόν, σθένος πολεμούντων καὶ νίκη τῶν ἀθλούντων· σὺ εἶ ἀδιαψεύστως ὦ Ἀρβανίτισσα.

Φάλαγγες δαιμόνων αἱ ζοφεραί, ἥττηνται Παρθένε Ἀρβανίτισσα σῷ φωτί, πρόσωπα πιστῶν τε λαμπρύνονται σῇ δόξῃ· καὶ τάξεις τῶν Ἀγγέλων συνεπαγάλλονται.

Ὄμματα καρδίας μετὰ σπουδῆς, αἴρομέν σοι Κόρη Ἀρβανίτισσα δουλικῶς, σοῦ τὴν συμμαχίαν αἰτούμενοι ἐν πίστει· καὶ ῥώμῃ πεποιθότες τῆς σῆς δυνάμεως.

Ῥόδον τὸ ἀμάραντον καὶ τερπνόν, ᾔνθησας Παρθένε Ἀρβανίτισσα τὸν Χριστόν, οὗ ταῖς ἀποῤῥήτοις καὶ θείαις εὐωδίαις· εὐφραίνονται καρδίας τὰ αἰσθητήρια.

Ἔχουσι Ναόν σου τὸν ἱερόν, Καρυαὶ τῆς Χίου ὡς θεόκτιστον θησαυρόν, ἅμα τε εἰκόνα πλουτοῦσι σου ἁγίαν· χρυσοῦ τιμιωτέραν ὦ Ἀρβανίτισσα.

Ἴδε τὴν πενίαν μου Μαριάμ, βλέψον εὐτελείας τῆς πολλῆς μου ἐν οἰκτιρμοῖς, πλοῦτον μοι παράσχου τῆς σῆς ἀγαθωσύνης· ὡς Μήτηρ τοῦ ἐλέους ὦ Ἀρβανίτισσα.

Χαίροις χαροπάροχε Μαριάμ, χαίροις παραδείσου ἡ εὐφρόσυνος ἀπαρχη, χαίροις σωτηρίας ἡ ἀληθὴς αἰτία· βεβαίωσις ἐλπίδος ὦ Ἀρβανίτισσα.

Πᾶσαι τὡν Ἀγγέλων οἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Η Εικόνα της Παναγίας της Αρβανιτίσσης βρίσκεται στις Καρυές της Χίου. Τα Μεγαλυνάρια (ὧν ἡ ἀκροστιχίς «Χαίροις Χίου ἔφορε»), είναι του Γέροντα Νεκταρίου της Ιεράς Καλύβης Ζωοδόχου Πηγής και βρίσκονται στον παρακλητικό κανόνα που εκδόθηκε το 2009.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου