Κύριε Ιησού Χριστέ, ελέησόν με ...

Τρίτη, 16 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΛΙΜΝΙΑΣ (τοῦ ὁμωνύμου Ἱεροῦ Ναοῦ Λίμνης Εὐβοίας)

Ἧκε ξενοτρόπως ἡ Σή Εἰκών, ἐν τῆ Λίμνῃ πάλαι, προσκυνούσῃ Αὐτήν πιστῶς καί ἐν δίναις βίου ἀεί καταφευγούσῃ, τῆ θείᾳ χάριτί Σου, Θεογεννήτρια.
Χαίροις, ἐκ μανίας τῶν δυναστῶν ἡ λυτρωσαμένη ἄρτι Λίμνης πιστόν λαόν, Κεχαριτωμένη, Γλυκοφιλοῦσα Μῆτερ, ἡ Λιμνιά τήν κλῆσιν ἔχουσα, Πάνσεμνε.

Σκέπε Λίμνης πόλιν πάσης ὀργῆς καί μανίας πλάνου, τήν κυκλοῦσαν πανευλαβῶς Σήν, Γλυκοφιλοῦσα, θαυματουργόν Εἰκόνα, τήν βρύουσαν ἀφθόνως ῥεῖθρα ἰάσεων.

Πρόσδεξαι τούς ὕμνους Σῶν οἰκετῶν, οὕς ἐν τῶ Ναῶ Σου Σοί προσφέρομεν, Μαριάμ, καί τήν θείαν χάριν κατάπεμψον Σοῦ τόκου, ἁγνή Γλυκοφιλοῦσα, κόσμου προσφύγιον.

Ἔχει ὥσπερ γέρας περιφανές, Σοῦ, Γλυκοφιλοῦσα, τήν Εἰκόνα τήν θαυμαστήν, ἥν ἀπό τοῦ πλοίου ὁ ναύκληρος κατεῖδεν ἐν τῆ θαλάσσῃ Λίμνης, Θεοχαρίτωτε.

Πίστει λιτανεύει τήν Σήν μορφήν, ὁ λαός τῆς Λίμνης καί λαμβάνει ἁγιασμόν, λύτρωσιν καί ῥῶσιν ἀεί, Γλυκοφιλοῦσα, ἐκ ταύτης ὡς ἐκ κρήνης θείας, Μητρόθεε.

Ἡ Εἰκών τῆς Γλυκοφιλούσης Παναγίας τῆς Λιμνιᾶς, εὑρεθεῖσα εἰς τήν θάλασσαν ἔν ἔτει 1570, φυλάσσεται εἰς τόν ὁμώνυμον Ἱερόν Ναόν Λίμνης Εὐβοίας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2000).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου