Κύριε Ιησού Χριστέ, ελέησόν με ...

Δευτέρα, 15 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΕΛΩΝΑΣ (τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Λεωνιδίου Κυνουρίας)

Χαῖροις, Μῆτερ Ἔλωνα θαυμαστή, Πάρνωνος προστάτις, Λακωνίας ἡ ἀρωγός, τοῦ Πραστοῦ ἀκέστορ, καταφύγιον Ἔλους καί Πελοποννησίων πάντων κραταίωμα.
Δεῦτε ἀσπασώμεθα τήν μορφήν τῆς Ἐλώνης πόθῳ, Θεοτόκου ἐν τῇ Μονῇ Ταύτης, Κυνουρίαν κοσμοῦσαν καί θαυμάτων τοῖς ῥεύμασιν Ἀρκάδων γῆν ἁγιάζουσαν.

Τήν σεπτήν μορφήν Σου Ἧν οἱ βοσκοί τῆς Βασκίνης εὗρον ηὐγασμένην θείῳ φωτί καί ἐν ἀποκρήμνῳ σπηλαίῳ κρεμμαμένην, νῦν, Ἔλωνα, ἐκ πόθου κατασπαζόμεθα.

Τήν δεδομημένην, Μῆτερ Θεοῦ, μάνδραν Σου ὁρῶντες ἐν σπηλαίῳ ὡς καλιάν, Ἔλωνα, στρουθίων, πληρούμεθα ἀφθίτου χαρᾶς καί βαθυτάτης ἀγαλλιάσεως.

Σκέπε τούς προστρέχοντας εὐλαβῶς, Ἔλωνα, Εἰκόνα προσκυνῆσαι Σήν ἱεράν καί ἀπαύστως δίδου Σέ ἀνυμνολογοῦσι, Κυρία Θεοτόκε τήν εὐλογίαν Σου.

Σύντριψον τά βέλη τοῦ πονηροῦ, ῥάβδῳ πρεσβειῶν Σου, Μῆτερ Ἔλωνα, πρός Θεόν καί Μονογενῆ Σου Υἱόν, ἐλπίς τοῦ κόσμου, Κυρία Θεοτόκε, Πάρνωνος κλέϊσμα.

Ἡ Εἰκών τῆς Παναγίας Ἔλωνας, κατά τήν παράδοσιν ἔργον τοῦ Εὐαγγελιστοῦ Λουκᾶ, φυλάσσεται εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν Λεωνιδίου Κυνουρίας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2003).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου