Κύριε Ιησού Χριστέ, Ελέησόν με ...

Τετάρτη, 17 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΚΟΣΜΟΣΩΤΕΙΡΑΣ (τοῦ ὁμωνύμου Ναοῦ Φερῶν Ἀλεξανδρουπόλεως)

Χαῖρε Κοσμοσώτειρα Μαριάμ, γέφυρα τοῦ κόσμου ἡ βεβαία καί ἀσφαλής κλίμαξ ἡ ἑνοῦσα τήν γῆν τοῖς οὐρανίοις, λιμήν τῆς σωτηρίας ὁ ἀκλυδώνιστος.
Ἄμισθον Σέ ἔχομεν ἰατρόν, λύουσαν τάς νόσους τῶν σωμάτων καί τῶν ψυχῶν καί τήν εὐρωστίαν παρέχουσα τοῖς πᾶσιν, ἀφθόνως καθ’ ἑκάστην, ὦ Κοσμοσώτειρα.

Ἴδωμεν καρδίας τοῖς ὀφθαλμοῖς, τήν εὐλογημένην Κοσμοσώτειρα Μαριάμ, ταύτης τε ὡς δοῦλοι φωνῆ συντετριμμένῃ, τήν θείαν συμμαχίαν ἐξαιτησώμεθα.

Ῥόδον τῆς ἀγνείας σεμνοπρεπές, ἄνθος παρθενίας εὐωδέστατον καί τερπνόν, κρίνον τῆς μητρῶας καί θείας εὐκοσμίας, Σύ εἶ ἐν ἁρμονίᾳ, ὦ Κοσμοσώτειρα.

Ἔλεος χρηστότητος συμπαθοῦς, δίδου φιλοστόργως, Κοσμοσώτειρα Μαριάμ, καί τόν μέγαν πλοῦτον τῆς Σῆς ἀγαθωσύνης, Θεοῦ τοῦ Φιλανθρώπου Μήτηρ ὡς εὔσπλαχνος.

Δίκαιοι σκιρτῶσι πνευματικῶς, χαίρουσι Προφῆται καί εὐφραίνονται Βασιλεῖς, πόθῳ οἱ πιστοί τε ἀγάλλονται συμφώνως, τῆ θείᾳ ἑορτῆ Σου, ὧ Κοσμοσώτειρα.

Ἔπαρον τάς χεῖρας Σου πρός Θεόν, Τοῦτον δυσωποῦσα, Κοσμοσώτειρα, μητρικῶς, ἄφεσιν τοῦ δοῦναι ἡμῖν παραπτωμάτων καί χάριν σωτηρίας ἐξιλαστήριον.

Σκέπε Κοσμοσώτειρα ἀγαθή, κλῆρον καί λαόν Σου, ἐξ ἐνέδρας δαιμονικῆς, φύλαττε ἀτρώτους ἐκ βλάβης καί κινδύνων, τούς πίστει Σου ὑμνοῦντας τό μέγα ὄνομα.

Πύργον Κοσμοσώτειρα ὑψηλόν, τεῖχος ἀσφαλείας καί ἀπόρθητον ὀχυρόν, ἔχομεν τήν σκέπην τήν Σήν καί συμμαχίαν, διό οὐ δειλιώμεν ἐν περιστάσιν.

Ὅλῃ μου καρδίᾳ Σέ προσφωνῶ, ὅλῃ μου προθέσει καί ἐξ ὅλης μου τῆς ψυχῆς, Σέ ἐπικαλοῦμαι ἐν πάσῃ μου ἀνάγκῃ, βοῶν ἐλέησόν με, ὦ Κοσμοσώτειρα.

Ἴδωμεν τήν χάριν τήν πολλαπλῆν, ἥν ἡμῖν δωρεῖται ἐν ἐλέει καί οἰκτιρμοῖς, ἀφθονοπαρόχως χειρί συμπαθεστάτῃ, ἡ Μήτηρ τοῦ Κυρίου ἡ Κοσμοσώτειρα.

Νάρδος ὡς τιμία καί πειστική, μῦρον ἀποστάζεις, Κοσμοσώτειρα, ἐκλεκτόν, τῆς ἐπουρανίου καί θείας χαρμοσύνης καί λύπης ἐκδιώκεις πᾶσαν κατήφειαν.

Ἄκουε καί πρόσχες μου τῆ φωνῆ, τῆς δεήσεώς μου, Κοσμοσώτειρα, εὐμενῶς, δίδου μοι τήν χάριν τῆς Σῆς ἐπιστασίας καί σκέπε με φύλαξ κόσμου ἀκοίμητος.

Ἡ Εἰκών τῆς Παναγίας Κοσμοσώτειρας τιμᾶται εἰς τόν ὁμώνυμον Βυζαντινόν Ναόν Φερῶν Ἀλεξανδρουπόλεως. Τά Μεγαλυνάρια (ὧν ἡ ἀκροστιχίς «Χαῖρε Δέσποινα»), εἶναι ποιήματα τῆς Μοναχῆς Ἰσιδώρας, Καθηγουμένης τῆς Ἱ. Μ. ἁγ. Ἱεροθέου Μεγάρων, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου