Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Κυριακή 30 Απριλίου 2017

Παρακλητικός Κανών εις τον Προφήτη Δανιήλ

Ἀρχιμανδίτου Νικοδήμου Ἀεράκη
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Δανιὴλ τῶν Προφητῶν τὴν κρηπῖδα, καὶ τῶν Δικαίων τὴν σεπτὴν κορωνίδα, ἐπευφημοῦντες εἴπωμεν ἐμφρόνως πιστοί· στήριξον πρεσβείαις σου, τοὺς πιστοὺς ἐν ζωῇ Χριστοῦ, παῦσον τῶν ἐχθρῶν ἡμῶν τὸ πανώλεθρον μίσος, καὶ πρὸς ζωὴν τῶν θείων ἀρετῶν, πάντας ὁδήγει, Προφῆτα τῆς χάριτος.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Εἶτα ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ ἀκροστιχίς: Δανιὴλ Προφήτου τιμῶ κλέος. Νικοδήμου.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμει τοῦ Πνεύματος Δανιήλ, Προφήτης ἐχρίσθης καὶ μελλόντων ὑφηγητής, Αὐτοῦ σαῖς πρεσβείαις δώρησαί μοι, τὸν φωτισμὸν ἀνυμνῆσαι τὴν ἄθλησιν.

Ἁγνείας κειμήλιον Δανιήλ, ἱκέτευσον Λόγον τοῦ ῥυσθῆναι ἐκ πειρασμῶν, ἡμᾶς τοὺς τιμῶντάς σε ἐν πίστει, καὶ μελετῶντας σοὺς ἄθλους μακάριε.

Νηστείας ὑπόδειγμα Δανιήλ, κραταίωσον πάντας εἰς ἀσκήσεις πνευματικάς, καὶ φύλαξιν θείων προσταγμάτων, ἵνα πατρίδα τὴν ἄνω κερδήσωμεν.
Θεοτοκίον.
Ἰσχὺν δώρησαί μοι Μῆτερ Θεοῦ, ὑμνεῖν θεαρέστως τὸν Σωτῆρά μου Ἰησοῦν, τὸν ἐκ Σοῦ τεχθέντα ὑπὲρ λόγον, καὶ ἐκ φθορᾶς τοὺς βροτοὺς λυτρωσάμενον.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ἠξιώθης προβλέπειν ὦ Δανιὴλ μέλλοντα, καὶ ἐπιστηρίζειν ἐν πίστει λαὸν καὶ ἄρχοντας, διὸ πρεσβείαις ταῖς σαῖς, τῶν Ὀρθοδόξων τὴν πίστιν, ἐκ τῆς πλάνης φύλαττε καὶ τῶν αἱρέσεων.

Λειτουργὸς ἀληθείας ὁ Δανιὴλ πέφυκε, σώζων ἐκ θανάτου ἀδίκου Σωσάνναν σώφρονα, ἣν ὦ ψυχή μου μιμοῦ, καὶ σωφροσύνην ἐκδέχου, Δανιὴλ πρεσβεύοντος πρὸς τὸν φιλάνθρωπον.

Πτερωθεὶς τῇ δυνάμει ὁ Δανιὴλ Πνεύματος, ἄρχοντος αἰνίγματα λύει, καὶ σώζει ἅπαντας, τοὺς τῆς Περσίας σοφούς, ἐξ ἀναιτίου θανάτου, καὶ κηρύττει Κύριον μόνον φιλάνθρωπον.
Θεοτοκίον.
Ῥητορεύειν ἐνθέως ἀδυνατῶ Δέσποινα, καὶ κηρύττειν ἀξίως τὰ Σὰ θαυμάσια, διὸ προσφέρω Σοι, ἐν ταπεινώσει καρδίας, πενιχρὰ ἐγκώμια ἃ δέξαι ἄχραντε.

Περίσωζε, ἐκ τῶν παγίδων τοῦ φθόνῳ ἡμᾶς μισοῦντος, ὅτι πέλεις σὺ Δανιὴλ μεσίτης πρὸς Κύριον, ὡς μέγας Προφήτης Θεοῦ τοῦ ζῶντος.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προφῆτα Θεοῦ καὶ κήρυξ θείας πίστεως, δικαίων φωστὴρ ἀρχόντων τὸ ὑπόδειγμα, Δανιὴλ πανεύφημε, τῶν λεόντων ἔφραξας στόματα, σὺν Προφήταις δὲ ἐν Σιών, πρεσβεύεις ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁ Προφήτης Σου Κύριε, πέλει ὀρθοδόξων πρέσβυς ἀκοίμητος, οὗ λιταῖς ἡμῖν κατάπεμψον, τοῖς αὐτὸν τιμῶσιν τὸν Παράκλητον.

Φωτοδότην καὶ Κύριον, Δανιὴλ Προφῆτα σὺ καθικέτευσον, λυτρωθῆναι τοὺς τιμῶντάς σε, ἐκ παθῶν καὶ πλάνης ἀθεότητος.

Ἡ ἀγάπη τοῦ Κτίστου σου, Δανιὴλ Προφῆτα σὲ ἀνεκήρυξεν, καὶ προστάτην ἀκαταίσχυντον, τῶν ποθούντων σωφρονεῖν ἐν Πνεύματι.
Θεοτοκίον.
Ταῖς πρεσβείαις Σου Δέσποινα, χάριν τοῦ Υἱοῦ Σου ἡμῖν κατάπεμψον, ἵνα πάντες ἀποφύγωμεν, τῶν παθῶν ἡδύτητα πανώλεθρον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅμμα τῆς ψυχῆς, τῇ σῇ χάριτι διάνοιξον, τοῦ καθορᾶν ζωὴν Θεοῦ Δανιήλ, κἀγὼ ὁ τάλας, ὁ σκότει καθεύδων πνεύματος.

Ὕψωσον κἀμέ, Δανιὴλ πρὸς βίον ἔνθεον, καὶ πρὸς ἐνάρετον ζωὴν τὴν τοῦ Θεοῦ, ἵνα κερδήσω, τὸ ἔλεος τοῦ Σωτῆρός μου.

Τείχισον ἡμᾶς, Δανιὴλ τοῖς θείοις δόγμασιν, καὶ δικαιώμασι Χριστοῦ τοῦ Θεοῦ, ὅπως ῥυσθῶμεν, ὀδόντων βυθίου δράκοντος.
Θεοτοκίον.
Ἴσχυσας σεμνή, μισανθρώπου τοῦ πειράζοντος, διαφυλάττουσα ἁγνὴν Σεαυτήν, διὸ ἐδέξω, ἐν μήτρᾳ Σου τὸν Ἀχώρητον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Μακάριος, ἐν τῷ λάκκῳ γέγονας, τῶν λεόντων σὺ ἐμφράξας τὸ στόμα, ὅτι Θεός, ὑπὲρ σοῦ ἐπολέμει, καὶ ἐταπείνου ἐχθρῶν τὴν ἀσέβειαν, σοῦ δέομαι ὦ Δανιήλ, ἐκ δαιμόνων κακίας διάσωσον.

Ὡράϊσμα, Προφητῶν σὺ πέφυκας, Δανιὴλ καὶ Ἀθλητῶν τὸ πυξίον, ὅτι πολλαῖς, ἀρεταῖς ἐκοσμήθης, καὶ τῶν παθῶν ἀπηρνήθης τὸ πρόσκαιρον, ἀξίωσον πάντας ἡμᾶς, μιμητάς σου γενέσθαι τρισόλβιε.

Κραταίωσον, τοὺς τιμῶντας Κύριε, Δανιὴλ τὸν θεοφόρον Προφήτην, ὅτι δεινῶς, πειραζόμεθα πάντες, ἐκ μισοκάλου ἐχθροῦ τοῦ ἀλάστορος, τῇ Χάριτι Σου καὶ ἡμᾶς, ἐξ αὐτοῦ διασῶσαι δεόμεθα.
Θεοτοκίον.
Λαμπρύνεται, Ἐκκλησία Δέσποινα, Σῶν θαυμάτων μελετῶσα τὸν πλοῦτον, ὅτι ἐν Σοί, ὁ Θεὸς ἐσαρκώθη, καὶ οἱ βροτοὶ δι’ Αὐτοῦ ἐλυτρώθημεν, μετέστης δὲ εἰς οὐρανούς, δευτερεῖα Τριάδος κατέχουσα.

Περίσωζε, ἐκ τῶν παγίδων τοῦ φθόνῳ ἡμᾶς μισοῦντος, ὅτι πέλεις σὺ Δανιὴλ μεσίτης πρὸς Κύριον, ὡς μέγας Προφήτης Θεοῦ τοῦ ζῶντος.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προφητῶν Δανιὴλ ἀνεδείχθης τὸ καύχημα, Ἀθλητῶν Ὁσίων καὶ Μαρτύρων τὸ πρότυπον, ἐν Περσίᾳ πανευλαβῶς Θεὸν ὁμολογῶν, διὸ ἔλαβες ὡς ἀμοιβήν, τὴν Βασιλείαν τοῦ Θεοῦ, καὶ χαρὰν ἀνεκλάλητον, σκέπασον σαῖς πρεσβείαις, ἐκ πάντων πειρατήριον, τοὺς ἀνυμνοῦντας εὐλαβῶς, τὴν ζωήν σου θεοδόξαστε.

Προκείμενον: Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.

Στ.: Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (ΙΑ΄, 47-51)
Εἶπεν ὁ Κύριος, πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. Ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα. Διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν· ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ ἐκδιώξουσιν, ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν, τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης, ἀπὸ τοῦ αἵματος Ἄβελ ἕως τοῦ αἴματος Ζαχαρίου, τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου. Ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.

Δόξα: Ταῖς τοῦ Σοῦ Προφήτου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Πάσης ματαιότητος, καταφρονήσας ἐμφρόνως, τὸν Θεὸν ἠγάπησας, Δανιὴλ ὑπέρτιμε καὶ πανένδοξε, Προφητῶν ἔλαβες, χαρισμάτων πλοῦτον, αἰνιγμάτων τὴν ἐπίλυσιν, λεόντων ἔφραξας, χάριτι Θεοῦ φρικτὰ στόματα, τὸν Κύριον ἐδόξασας, καὶ σαββατισμός σοι δεδώρηται, ὅθεν ὑπὲρ πάντων, τιμώντων σου τὴν μνήμην εὐλαβῶς, τὸν Λυτρωτὴν καθικέτευε, ὡς πρέσβυς θεόδεκτος.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν πίστει ἀνυμνοῦμεν Δανιὴλ τὸν Προφήτην ἐκλιπαροῦντες αὐτόν, τὸν κόσμον ἐξ εἰδώλων, λιταῖς αὐτοῦ λυτρῶσαι, ἵνα χαίροντες ψάλλομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁρῶν τὴν τοῦ Κυρίου παρουσίαν καὶ κρίσιν ὁ Δανιὴλ ἀριστεύς, ἐγένετο ἐν πᾶσιν, ἐν μέσῳ τῶν ἀθέων, καὶ ἐβόα πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σωθεὶς ἐκ τῶν λεόντων Δανιὴλ σῶσον πάντας ἐξ ἀντιδίκου βελῶν, καὶ στήριξον τοὺς πίστει, Χριστὸν ὁμολογοῦντας, καὶ βοῶντας ἐν χάριτι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νυσταγμοῦ τῆς καρδίας ἐλευθέρωσον πάντας Θεοκυῆτορ ἁγνή, καὶ πύλην μετανοίας, ὑπάνοιξον Παρθένε, τοῖς βοῶσι πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰχνηλατοῦντες, τοῦ Δανιὴλ τὴν πορείαν, μιμησώμεθα τοῦτον ἐν βίῳ, τὸν Χριστὸν ὑμνοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Κατανικήσας, τῶν ἀσεβῶν τὴν μανίαν, Δανιὴλ ἐν χαρᾷ ἀνακράζει· τὸν Θεὸν ὑμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁμολογοῦμεν, σὺν Δανιὴλ Βασιλέα, τὸν Χριστὸν καὶ Κριτὴν τῶν ἁπάντων, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Δεδοξασμένη, τοὺς ἀνυμνοῦντάς Σε σῷζε, ἐκ παθῶν ποικίλων κινδύνων, ἵνα τὸν Υἱόν Σου, ὑμνοῦμεν εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἠκύρωσας ἐμφρόνως, νόμον βασιλέως, διακηρύξας σημείοις τὸν ζῶντα Θεόν, Ὃν μεγαλύνειν ἐν ὕμνοις ἡμᾶς ἀξίωσον.

Μεγάλυνον ψυχή μου, Δανιὴλ ἐν ὕμνοις, καὶ καθικέτευσον τοῦτον πρεσβεύειν Χριστῷ, ὑπὲρ βροτῶν σωτηρίας καὶ ἀνανήψεως.

Ὁρῶν Θεοῦ τὴν κρίσιν, Δανιὴλ παράσχου, τοῖς ἀνυμνοῦσί σε πόθῳ δακρύων πηγάς, ἵνα ἐκπλύνωμεν πάντες βίου τὰ πταίσματα.
Θεοτοκίον.
Ὑμνοῦντες Θεοτόκε, Χριστὸν τὸν Υἱόν Σου, καθικετεύομεν πάντες τοῦ δοῦναι ἡμῖν, τῶν ὀφλημάτων τὴν λύσιν καὶ μέγα ἔλεος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Δεῦτε εὐφημήσωμεν εὐλαβῶς, Προφήτην Κυρίου Δανιὴλ τὸν θεοσεβῆ, τὸν τῆς ἀληθείας, καὶ τῆς δικαιοσύνης, ἀμύντορα γενναῖον πιστῶν τε στήριγμα.

Στόματα λεόντων ὁ Δανιήλ, τῇ θείᾳ δυνάμει ἐναπέκλεισε θαυμαστῶς, κηρύττων τοῖς πᾶσι, Θεοῦ ζῶντος τὴν πίστιν, καὶ ἀρετῆς τὸ κάλλος τὸ θεοδώρητον.

Σωσάνναν Δικαίαν ὁ Δανιήλ, ἐκ χειρὸς ἀδίκου καὶ θανάτου ἐπιβουλῆς, ἐν Πνεύματι θείῳ, φυλάττει θαυμασίως, Προφήτης τοῦ Κυρίου ἀναδεικνύμενος.

Χριστοῦ τοῦ Σωτῆρος ἐπιφανῆ, ἡμέραν προλέγει καὶ τὴν κρίσιν τὴν τῶν βροτῶν, Δανιὴλ ὁ μέγας, Προφήτης τοῦ Κυρίου, ἐν Πνεύματι Ἁγίῳ ὁρῶν τὰ μέλλοντα.

Χριστὸν ἱκετεύει ὁ Δανιήλ, ὑπὲρ τῶν τιμώντων τοὺς ὁρῶντας τὰ τοῦ Θεοῦ, ἵνα ἐν τῷ βίῳ, ζωὴν τὴν αἰωνίαν, ποθῶσιν ἐκ καρδίας καὶ θεῖον ἔλεος.

Προφῆτα πανένδοξε Δανιήλ, εἰδώλων τὴν πλάνην σὺ κατέβαλες θαυμαστῶς, καὶ πίστιν ἁγίαν, Θεοῦ τοῦ ζωοδότου, ἐκήρυξας ἐμφρόνως ἀθέοις ἔθνεσιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε τὸν Προφήτην τοῦ Θεοῦ, καὶ τῶν δικαστῶν μέγα κλέος, ἐν ἐγκωμίοις σεπτοῖς, πάντες στεφανώσωμεν, Χριστοῦ τὸν κήρυκα, Δανιὴλ τὸν πανένδοξον, ψυχήν τε καὶ σῶμα, τὸν ἀφιερώσαντα, τῷ Ζωοδότῃ Χριστῷ, ὅθεν, βασιλείας κερδήσας, σὺν Προφήταις ἀπαύστως, ἀνυμνῶν Θεὸν τὸν τρισυπόστατον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Μέγα πρότυπον, δικαιοσύνης, πύργος ἔνδοξος, τῆς ἀληθείας, Προφητῶν ὑπογραμμὸς ἀναδέδειξαι, ὦ Δανιὴλ τῆς Σωσάννης ἡ λύτρωσις, καὶ αἰχμαλώτων ὁ στύλος ὁ ἔνθεος, Πάτερ δίκαιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου