Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Πέμπτη 8 Δεκεμβρίου 2016

Σήμερα 8 Δεκεμβρίου, η Εκκλησία μας εορτάζει την μνήμη του Αγίου Παταπίου

Άγιε του Θεού Πατάπιε, πρέσβευε υπέρ ημών.
Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ἔν σοι Πάτερ ἀκριβῶς, διεσώθη τὸ κατ᾽ εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾷν μὲν σαρκός, παρέρχεται γὰρ ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Πατάπιε τὸ πνεῦμά σου.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Θείας κλήσεως, ἰχνηλατήσας, ἐκ νεότητας, τᾶς ἐπιδόσεις, δι' ἀσκήσεως τῷ κόσμῳ ἐξέλαμψας, καὶ δοξασθεῖς ἀπάθειας ταὶς χάρισι, πάθη ποικίλα ἴασαι Πατάπιε, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Κοντάκιον
Τὸν ναόν σου Ἅγιε, πνευματικὸν ἰατρεῖον, οἱ λαοὶ εὑράμενοι, μετὰ σπουδῆς προσιόντες, ἴασιν τῶν νοσημάτων λαβεῖν αἰτοῦνται, λύσιν τε, τῶν ἐν τῷ βίῳ πλημμελημάτων· σὺ γὰρ πάντων τῶν ἐν ἀνάγκαις, προστάτης ὤφθης, Πατάπιε Ὅσιε.
Κάθισμα
Ἦχος γ’. Τὴν ὡραιότητα.
Πάθη τοῦ σώματος, Θεομακάριστε, Πάτερ ἐξήρανας, δακρύων ῥεύμασι, καὶ ἰαμάτων ποταμούς, Πατάπιε ἀνέβλυσας· ὅθεν προσερχόμενοι, τῷ τιμίῳ λειψάνῳ σου, χάριν τε καὶ ἔλεος, προφανῶς ἀρυόμεθα, τιμῶντές σου τὴν μνήμην ἀξίως, πίστει θερμῇ θεομακάριστε.
Ὁ Οἶκος
Ἡ σορός σου Σοφὲ πᾶσι βρύει ἰάματα, ἐξ ὧν πάντες πιστοὶ ἀρυόμενοι, σῴζονται ἐκ νόσων πολλῶν, ψυχῶν καὶ σωμάτων, ὧνπερ ὁ τάλας ἐγὼ πεπείραμαι ῥυσθεὶς τῶν θλιβόντων με· καὶ διὰ τοῦτο τὴν σὴν ἀντίληψιν νῦν ἀνευφημῶ, καὶ διηγοῦμαι τρανῶς, πῶς ἐπιφθάνεις τοὺς ἐν ἀνάγκαις, καὶ ἐκλυτροῦσαι πειρασμῶν τοὺς προσιόντας σοι θερμῶς. Διὸ δίδου ἰσχὺν μοι ἀνυμνεῖν σε· σὺ γὰρ πάντων τῶν ἐν ἀνάγκαις, προστάτης ὤφθης, Πατάπιε Ὁσιε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου