Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Σάββατο 29 Οκτωβρίου 2016

Σήμερα 29 Οκτωβρίου, η εκκλησία μας εορτάζεις την μνήμη της Αγίας Αναστασίας της Ρωμαίας, της Οσιομάρτυρος

Αγία του Θεού Αναστασία, πρέσβευε υπέρ ημών.
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε
Ἀσκήσει ἐκλάμψασα ὥσπερ παρθένος σεμνή ἀθλήσεως αἵμασι τὴν τῆς ἁγνείας στολὴν ἐνθέως ἐφοίνιξας· ὅθεν, Ἀναστασία, ὡς ὁσία καὶ μάρτυς, χάριτας ἰαμάτων ἀποστράπτεις ἐν κόσμῳ πρεσβεύουσα τῷ Σωτῆρι ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Παρθενίας vάμασι, καθηγvισμέvη ὁσία, μαρτυρίου αἵμασιν, Ἀvαστασία πλυθεῖσα, παρέχεις τοῖς ἐν ἀνάγκαις τῶν νοσημάτων, ἴασιν καὶ σωτηρίαν τοῖς προσιοῦσιν, ἐκ καρδίας, ἰσχὺν γᾶρ νέμει, Χριστὸς ὁ βρύωv, χάριν ἀέναον.

Κάρας τομὴν ἤνεγκε ῥώμῃ καρδίας,
Βλάστημα Ῥώμης, Μάρτυς Ἀναστασία.
Τλῆ δὲ Ἀναστασίη ἐνάτη ξίφος εἰκάδι ὀξύ.
Κάθισμα
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Ἐκ βρέφους τῷ Θεῷ, ἀνετέθης Ὁσία, νεκρώσασα σαρκός, ἐγκρατείᾳ τὰ πάθη, εἰς ὕψος δ' ἀνέδραμες, μαρτυρίου περίδοξον, ἐναθλήσασα, Ἀναστασία νομίμως, καὶ τόν δράκοντα, καταβαλοῦσα εἰς χάος, δυνάμει τοῦ Πνεύματος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου