Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Πέμπτη 29 Ιανουαρίου 2015

Προσευχή - ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Καὶ τὰ ὑπόλοιπα ὡς συνήθως.
Καὶ τὶς ἀκόλουθες εὐχές.
Κύριε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, πολλὰ ἐλέη ἐποίησας μετ' ἐμοῦ, ὧν οὐκ ἡμὴν ἄξιος, ἃ οὐ προσεδόκων ἰδεῖν, καὶ τὶ ἀνταποδώσω τῇ σῇ ἀγαθότητι, εὔσπλαχνε, Κύριε;
Εὐχαριστῶ σοῦ τῷ πολυυμνήτῳ ὀνόματι. Εὐχαριστῶ τῇ ἀνεικάστῳ σοῦ οἰκονομίᾳ. Καὶ ἀπὸ τοῦ νυν μὲ ἐλέησον καὶ ἀντιλαβοῦ μου καὶ σκέπασον μέ, δεσπότα τῶν ἁπάντων.
Κύριε οὐρανοῦ καὶ γῆς καὶ πάσης κτίσεως ποιητά, σῦ γινώσκεις τὴν ἀφροσύνην μου. σῦ γὰρ ἐπίστασαι τὰ ἐν νυκτί, τὰ ἐν ἡμέρᾳ, τὰ ἑκούσια καὶ τὰ ἀκούσια ἁμαρτήματά μου.
Ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ἐξάλειψον αὐτὰ τῇ δρόσῳ τοῦ ἐλέους σου καὶ ἐλέησον καὶ βοήθησόν μοι, Υἱὲ τοῦ Θεοῦ. Βοήθησόν μοι ἀγαθὲ Κύριε, σῦ γὰρ εἰ τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. σῦ γινώσκεις τὸ ἀσθενὲς τῆς φύσεώς μου. οἷς ἐπίστασαι κρίμασι, Κύριε σῶσον μέ.

Ὑπὲρ τῶν μισούντων ἡμᾶς.

Κύριε, δὸς ἔλεος πᾶσι τοῖς ἁπλῶς λοιδοροῦσιν ἡμάς, ἡ βλασφημοῦσιν ἡ μισοῦσιν, ἥ τι ἕτερον ποιοῦσιν ἡμῖν σῦ γὰρ Κύριε, γινώσκεις ὅτι κακείνους ὁ πονηρὸς διάβολος εἰς τὸ δυσῶδες καὶ ἀκόλαστον ἐκτρέπει, ὥσπερ κάμε καθ' ἑκάστην ποιεῖν καὶ παραπικραίνω τὸ θεῖον σοῦ ὄνομα. Παρακαλῶ σὲ οὖν Πάτερ παντοκράτωρ Θεέ, καὶ Κύριε τοῦ ἐλέους, ἐπίσκεψαι ἐν ἐλέει πάντας τοὺς πονηρῶς πρὸς μὲ διακειμένους καὶ ποίησον αὐτοὺς φωστῆρας καὶ ἁγίους μεγάλους. Ἀγαθυνον αὐτούς, Κύριέ μου καὶ πράϋνον. εἰρήνευσον αὐτούς, Δεσπότά μου καὶ φώτισον καὶ τῆς αἰωνίου σοῦ δόξῃς καταξίωσον αὐτοὺς ὡς ἀγαθὸς καὶ πολυέλεος.

Ὁ Θεός, ὁ Θεός μου, ἔτι καὶ ἔτι δέομαι σοῦ, μνήσθητι Κύριε, πλεόντων ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν προμήθειαν ποίησον.

Εἰς χεῖράς σου Κύριε, παρατίθημι τὴν ψυχὴν καὶ τὸ σῶμα. Αὐτὸς μὲ ἐλέησον καὶ διαφύλαξον καὶ ζωὴν αἰώνιον χάρισαί μοι, Ἀμήν.

Καὶ τὸ Δι’ εὐχώv...

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου